καὶ ἄλλος· «Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε» (Ψαλμ. οη’ 8)· καὶ ἕτερος· «Ρῦσαι τὴν ψυχήν μου ἐξ ᾍδου κατωτάτου» (Ψαλμ. πε’ 13)· καὶ ἄλλος· «Κύριε, ἀνάγαγε ἐξ ᾍδου τὴν ψυχήν μου» (Ψαλμ. κθ’ 4)· καὶ ἕτερος· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδην» (Ψαλμ. ιε’ 10)· καὶ ἄλλος· «Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε, ὁ Θεός μου» (Ἰων. β’ 7)· ὧν δὴ ἁπάντων ὑπακούσας ὁ πανοικτίρμων Θεός, οὐ δίκαιον κέκρικε τοῖς ὑπ’ αὐτοῦ καὶ μετ’ αὐτοῦ μεταδοῦναι μόνοις φιλανθρωπίαν, ἀλλὰ καὶ τοῖς πρὸ τῆς αὐτοῦ ἐπιδημίας ἐν ᾍδῃ κατεχομένοις καὶ καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου. Διὸ ἀνθρώπους μὲν ἐν σαρκὶ ὄντας διὰ σαρκὸς ἐμψύχου ὁ Θεὸς Λόγος ἐπεσκέψατο· ψυχαῖς δὲ σωμάτων ἀπηλλαγμέναις διὰ τῆς ἐνθέου καὶ ἀχράντου Αὐτοῦ ψυχῆς ἐν ᾍδῃ ἐπέφανε, σώματος ἀλλ’ οὐ Θεότητος ἀπηλλαγμένης.
Οὐκοῦν σπεύσωμεν καὶ τῷ νῷ ἐπὶ τὸν ᾍδην βαδίσωμεν, ὅπως ἴδωμεν πῶς ἐκεῖ τότε κράτει κραταιῷ κατὰ κράτος κρατεῖ τοῦ κράτους τὸν τύραννον· καὶ λαὸν πανστρατὶ τῇ αὐτοῦ ἀστραπῇ τὰς ἀθανάτους ἐκείνας τῶν φαλάγγων ἀχειρὶ χειροῦται τάξεις. Θύρας ἀθύρου ἄρας ἐκ μέσου καὶ πύλας ἀξύλους Σταυρῷ Χριστὸς κατακλάσας, ἥλοις τε τοῖς ἐνθέοις, μοχλοὺς αἰωνίους συντρίψας καὶ δεσμοῖς χειρενθέοις τὰς ἀλύτους ἁλύσεις ὡς κηρὸν διαλύσας καὶ λόγχη τῇ θεηπλεύρῳ ἀσαρκὶ καρδίαν τοῦ τυράννου διατρήσας. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅτε σταυρῷ ὡς τόξῳ τὰς χειροθέους νευρὰς διέτεινε. Διὸ ἐὰν μεθ’ ἡσυχίας ἀκολουθήσῃς Χριστῷ, νῦν ὄψει ποῦ μὲν τὸν τύραννον ἔδησε, ποῦ δὲ τὴν τούτου κεφαλὴν ἀνήρτησε· πῶς δὲ τὸ δεσμωτήριον ἀνέσκαψε καὶ πῶς τοὺς δεσμώτας ἐξήγαγε· πῶς τὸν ὄφιν ἐπάτησε καὶ ποῦ τὴν κάραν ἐκρέμασε· πῶς τὸν Ἀδὰμ ἠλευθέρωσε καὶ πῶς τὴν Εὔαν ἀνέστησε· καὶ πῶς τὸ μεσότοιχον ἔλυσε καὶ ποῦ τὸν πικρὸν κατεδίκασε δράκοντα· καὶ πῶς τὰ ἀήττητα ἔστησε τρόπαια ποῦ δὲ τὸν θάνατον ἐθανάτωσε καὶ πῶς τὴν φθορὰν κατέφθειρε καὶ τὸν ἄνθρωπον εἰς τὸ ἀρχαῖον ἀποκατέστησε δεσποτικὸν ἀξίωμα.
Ὁ χθὲς τοίνυν οἰκονομικῶς τοὺς λεγεῶνας τῶν Ἀγγέλων παραιτούμενος καὶ λέγων τῷ Πέτρῳ ὅτι ἠδυνάμην ἄρτι «παραστήσε μοι πλείους ἤ δώδεκα λεγεῶνας ἀγγέλων» (Ματθ. κϛ’ 53), σήμερον θεοπρεπῶς ὁμοῦ καὶ δεσποτικῶς κάτεισι κατὰ τοῦ ᾍδου καὶ θανάτου, τοῦ τυράννου, διὰ θανάτου τὰς ἀθανάτους τῶν ἀσωμάτων στρατευμάτων καὶ ταγμάτων ἀοράτων, οὐ δώδεκά τινας λεγεῶνας, ἀλλὰ μυρίας μυριάδας καὶ χιλίας χιλιάδας Ἀγγέλων ἔχων, Ἀρχαγγέλων, Ἐξουσιῶν, Θρόνων, Ἑξαπτερύγων, Πολυομμάτων, Οὐρανίων Ταγμάτων, ἅτε δὴ ἅτε, ὡς οἰκεῖον Δεσπότην καὶ Βασιλέα προπεμπούσας καὶ δορυφορούσας καὶ τιμώσας Χριστόν, οὐ συμμαχούσας, ἄπαγε·