Συναξάριον τοῦ Μηναίου εἶτα τὸ παρόν·
✥ Τῇ αὐτῇ ἡμέρᾳ δευτέρᾳ Κυριακῇ τοῦ Ματθαίου, τὴν μνήμην ἑορτάζομεν ΠΑΝΤΩΝ τῶν ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ, τῶν ἐν ΑΓΙῼ ΟΡΕΙ τοῦ Ἄθω λαμψάντων.
Ὄρη παρῆλθε πάντα, τοῦ Ἅθω Ὄρος
Εὐρωπαϊκῆς γῆς, τῇ ἁγιωνυμίᾳ·
Ἤνθησεν ἄνθη, ἀνθεοτρεφὴς Ἄθως,
Ὄντως νοητά, τούς δε θείους Πατέρας·
Χορὸν θεοειδῆ, τῶν ἐν Ἄθῳ Πατέρων,
Χορὸς γεραίρει, τῶν Μοναστῶν τοῦ Ἄθω.
Πληθὺς Ἀθωνιάς, ἀμφὶ θόωκον στῆκε Θεοῖο.
Λόγος Ἐγκωμιαστικὸς διαλαμβάνων ἐν Συντομία περὶ ΠΑΝΤΩΝ τῶν ΟΣΙΩΝ καὶ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ τῶν ἐν τῷ ΑΓΙῼ ΟΡΕΙ τοῦ Ἄθω Λαμψάντων. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου διεσκευασμένος κατὰ τὴν φράσιν καὶ συμπεπληρωμένος δι’ Ὑπομνημάτων περὶ τῶν ἐν τῇ Σκήτῃ τῆς Ἁγίας Ἄννης διαλαμψάντων Ὁσίων Πατέρων.