✥ Τῇ ΚϚ’ (26ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΕΡΜΟΛΑΟΥ καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων ΕΡΜΙΠΠΟΥ καὶ ΕΡΜΟΚΡΑΤΟΥΣ.
Ἀρχῆς τὸ ταὐτὸν κλήσεως τῶν Μαρτύρων
Δηλοῖ τὸ ταὐτὸν τοῦ διὰ ξίφους τέλους [1].
Ἑρμολάῳ ἕκτῃ εἰκάδι τε τάμεν αὐχένα χαλκός.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας ἐνδόξου καὶ πανευφήμου Ὁσιομάρτυρος τοῦ Χριστοῦ ΠΑΡΑΣΚΕΥΗΣ.
Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον
Σαὐτὴν ἄγουσα, σεμνή, εἰς κατοικίαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΩΡΑΙΟΖΗΛΗΣ.
Εἰς πῦρ βληθεῖσα Ὡραιοζήλη, Λόγε,
Ἅπασι βρύει τοὺς κρουνοὺς τῶν θαυμάτων.
✥ Ὁ Ὅσιος ΙΓΝΑΤΙΟΣ ὁ Στειρωνίτης ἐν εἰρήνῃ τελειοῦται.
Πρὶν γῆς ἀπελθεῖν ἀρετῶν καρποὺς φύσας,
Τὸ στεῖρον ἐκπέφευγεν ὁ Στειρωνίτης.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΠΠΙΩΝ ξίφει τελειοῦται.
Τὸν σὸν ξίφει τράχηλον ἀτρέπτως κλίνας
Τὸ τῆς τελευτῆς, Ἀππίων, πίνεις πόμα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Μάρτυς ΙΕΡΟΥΣΑΛΗΜ ξίφει τελειοῦται.
Τομὴν κεφαλῆς Ἱερουσαλὴμ φέρει,
Καὶ τὴν ἄνω νῦν Ἱερουσαλὴμ βλέπει.
✥ Τὰ ἐγκαίνια τοῦ Ναοῦ τοῦ Ἀρχαγγέλου ΜΙΧΑΗΛ πέραν ἐν Σκάλλαις.
Τέμενος τὸ σόν, Μιχαὴλ Στρατηγέτα,
Καθαγίασον τῇ σῇ ἐπιφοιτήσει.
✥ Τὰ ἐγκαίνια τοῦ Ναοῦ τοῦ Ἀρχαγγέλου ΓΑΒΡΙΗΛ πέραν ἐν Χάλδαις.
Χάριτος Ἀρχάγγελος, Γαβριὴλ πέλων,
Χαρίτωσον ἡμᾶς τοὺς σοι προσφοιτῶντας.
✥ Ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ πέραν ἐν τῷ Πηγαδίῳ πλησίον τοῦ νέου Ἐμβόλου.
Ὕμνους καὶ ᾠδὰς τῇ σῇ κροτοῦμεν δόξῃ,
Ἀειπάρθενε, ἡμῶν ἡ προστασία.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου ΓΕΡΟΝΤΙΟΥ τοῦ συστήσαντος τὴν Σκήτην τῆς Ἁγίας Ἄννης, ὃς διὰ προσευχῆς πρὸ τὴν Ὑπεραγίαν Θεοτόκον ἐξήγαγε τὸ ἐπάνωθεν αὐτῆς ἀναβλύσαν καὶ μέχριν τοῦ νῦν σῳζόμενον ἁγίασμα.
Γέρας ἀρετῶν Γερόντιος πλουτήσας
Γέρας ὤφθη ἔνθεον τοῖς ἐν τῷ Ἄθῳ.
Ὑποσημειώσεις
[1] Ἤτοι, καθὼς τὰ τρία ὀνόματα τῶν Ἁγίων ἀρχίζουν ἐκ τῆς αὐτῆς συλλαβῆς, δηλαδὴ ἀπὸ τῆς Ἕρμ, οὕτως ἔλαβον καὶ οἱ τρεῖς ἓν καὶ τὸ αὐτὸ τέλος καὶ ἀπεκεφαλίσθησαν.