Ἰουλίου ΚΓ’ (23η)

Τῇ ΚΓ’ (23ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΦΩΚΑ τοῦ νέου τοῦ ἐκ Σινώπης ἤτοι τῆς ἀνακομιδῆς τοῦ λειψάνου αὐτοῦ.

Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ, φωτίσαν
Σὴν καρδίαν ἔδειξε φωτὸς δοχεῖον.

Ἕτερον εἰς τὴν ἀνακομιδὴν τοῦ λειψάνου αὐτοῦ·

Νέαν κιβωτὸν Ἰσραὴλ αἴρει νέος,
Φωκᾶ νεκρὸν φέρουσα ὡς ἄλλας πλάκας.
Εἰκάδι τῇ τριτάτῃ Φωκᾶ νεκρὸς ἀμφεκομίσθη 
[1].

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Προφήτου ΙΕΖΕΚΙΗΛ.

Ἰεζεκιήλ, ἑβράϊζε κἂν Πόλῳ,
Ἀδωνάϊ βλέπω σε, φάσκων Κυρίῳ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων ΑΠΟΛΛΙΝΑΡΙΟΥ καὶ ΒΙΤΑΛΙΟΥ, Ἐπισκόπων Ραβέννης τῆς ἐν Ἰταλίᾳ.

Τὸν Ἀπολλινάριον ἐκτετμημένον,
Ἔσπευσε Βιτάλιος αὐτίκα φθάσας.

 

Ὁ Ἅγιος Ἱερομάρτυς ἈΠΟΛΛΩΝΙΟΣ Ἐπίσκοπος Ρώμης τοξευθεὶς καὶ εἰς πῦρ βληθεὶς τελειοῦται.

Ἀπολλωνίῳ διπλόμοχθος ἡ πάλη,
Μοχθοῦντι πρὸς πῦρ καὶ τὰ τῶν τόξων βέλη.

 

Τῇ αὐτῇ ἡμέρα μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ὑπὸ Βουλγάρων ποικίλοις τιμωριῶν τρόπους τελειωθέντων ἐπὶ Νικηφόρου τοῦ Βασιλέως.

Ἄνδρας δικαίους καὶ τρόπους οὐ ποικίλους,
Ἄνδρες φονεῖς κτείνουσι ποικιλοτρόπως.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῶν ἐν Καρθαγένῃ ΕΠΤΑ Μαρτύρων.

Ἀθληταὶ ἑπτὰ θανατωθέντες ξίφει,
Χριστῷ πάρεισιν Ἅγιοι τῷ Ἁγίῳ.

 

Ἡ Σύναξις τοῦ Ἁγίου Προφήτου καὶ Βαπτιστοῦ ΙΩΑΝΝΟΥ ἐν τοῖς Ὀλύμπου πλησίον τοῦ Ἀγίου Θωμᾶ.

Μείζων γηγενῶν ὢν ἁπάντων, Προφῆτα,
Δέχου παρ’ ἡμῶν τῶν ταπεινῶν τοὺς ὕμνους.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας ΑΝΝΗΣ τῆς ἐν τῷ Λευκαδίῳ (ἢ ἐν τῷ Λευκάτῃ).

Σὸς δέσμιος νοῦς σαρκικὸς ρίψας πέδας,
Εἵργοντος Ἄννα μηδενὸς Θεὸν βλέπει.

ΣΥΝΑΞΑΡΙΟΝ

         

ΕΠΙΣΤΡΟΦΗ

    

Ὑποσημειώσεις

[1] Τὸ συναξάριον τούτου βλέπε εἰς τὴν 22αν τοῦ Σεπτεμβρίου (ἐν τόμῳ Θʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»), ὅτε ἐπιτελεῖται ἡ κυρίως μνήμη αὐτοῦ. Περιττῶς δὲ γράφεται αὕτη καὶ ἐνταῦθα, ἐφ’ ὅσον ἐγράφη κατ’ ἐκείνην. Σημειοῦμεν ἐνταῦθα τὸ θαῦμα, ὅπερ ἐνήργησεν ὁ Ἅγιος οὗτος Φωκᾶς καὶ ὁ ὁποῖον διηγήθη Λέων ὁ Ποντιανός. «Ὁ ἀνδρεῖος ἐκεῖνος Περσινάκιος συνελήφθη ὑπὸ τῶν Σαρακηνῶν, κατὰ τοὺς χρόνους τοῦ ἀρχηγοῦ αὐτῶν Μάλσαβα. Ἀφοῦ δὲ ἔδεσαν αὐτὸν μὲ σίδηρα καὶ τὸν ἐξηγκώνισαν, ἔκειτο κατὰ γῆς ἐρριμμένος. Οὕτω λοιπὸν εὑρισκόμενος ἐπεκαλέσθη τὸν Ἅγιον τοῦτον λέγων· «Ἅγιε Μάρτυρα Φωκᾶ, ἐλέησόν με καὶ λύτρωσόν με ἀπὸ τῆς ἀνάγκης μου ταύτης καὶ τῶν δεσμῶν». Λέγων δὲ ταῦτα, ἐκοιμήθη ὀλίγον καὶ ἰδοὺ βλέπει τὸν Ἅγιον εἰς σχῆμα ἱερέως λέγοντα εἰς αὐτὸν· «Ἐγέρθητι, ἐγέρθητι καὶ φύγε». Ἐξυπνήσας δὲ εὗρεν ἑαυτὸν λελυμένον ἀπὸ τῶν σιδήρων καὶ δεσμῶν. Ὅθεν ἀνεχώρησε καὶ ηὐχαρίστει δοξάζων τὸν Θεὸν καὶ τὸν Ἅγιον». (Οὕτως εὕρηται τοῦτο γεγραμμένον ἐν τῷ Συναξαριστῇ τῆς τοῦ Διονυσίου Μονῆς).