✥ Τῇ ΚΖ’ (27ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἀποστόλου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου ΣΤΕΦΑΝΟΥ.
Λόγων στεφάνοις, οἷα τιμίοις λίθοις, στέφῳ
Στέφανον, ὃν προέστεψαν λίθοι.
Εἰκάδι λαΐνεος Στέφανον μόρος ἑβδόμῃ εἷλεν.
Ἐγκώμια εἰς τὸν Ἅγιον Στέφανον ἔχουσιν ὁ θεῖος Χρυσόστομος δύο, ὧν τὸ πρῶτον ἄρχεται· «Στέψωμεν ἄνθεσιν ἐγκωμίων τὸν Στέφανον», τὸ δὲ δεύτερον· «Πάντες μὲν οἱ τῶν Μαρτύρων ἀγῶνες ἐπίδοξοι» (εὕρηνται ἐν τῷ Εʹ τόμῳ τῆς ἐν Ἐτόνῃ ἐκδόσεως καὶ τῷ 59ῳ τῆς ἐκδόσεως Migne, στ. 501 καὶ 699 ἀντιστοίχως) καὶ ὁ Νύσσης Γρηγόριος, οὗ ἡ ἀρχή· «Ὡς καλὴ τῶν ἀγαθῶν ἡ ἀκολουθία». Ἔχει καὶ ὁ Πρόκλος ἐγκώμιον εἰς τὸν αὐτόν, οὗ ἡ ἀρχή· «Ὁ μὲν αἰσθητὸς Ἥλιος ὑπὲρ γῆν ἀνατέλλων». Ὁ θεῖος Χρυσόστομος ἔχει προσέτι τρεῖς λόγους, ὧν ὁ πρῶτος ἄρχεται· «Σεμνύνει μὲν τοὺς εὐδοκίμους Ἀθλητάς» ὁ δεύτερος· «Οἱ μὲν ἔξωθεν στεφάνους πλέκειν ἀνδράσι βουλόμενοι»· καὶ ὁ τρίτος· «Πολλὰ καὶ θαυμαστὰ τοῦ μακαρίου Στεφάνου τὰ τρόπαια» (καὶ οἱ τρεῖς εὕρηνται ἐν τῷ Ζʹ τόμῳ τῆς ἐν Ἐτόνῃ ἐκδόσεως καὶ τῷ 63ῳ τῆς ἐκδόσεως Migne, στ. 929, 931 καὶ 933). Δύο δὲ Βίοι τοῦ Ἁγίου τούτου Στεφάνου σῴζονται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ὧν τοῦ μὲν ἑνὸς ἡ ἀρχὴ εἶναι αὕτη· «Ἐγένετο κατὰ τὸν καιρὸν ἐκεῖνον», τοῦ δὲ ἑτέρου αὕτη· «Διὰ τὴν τοῦ Σωτῆρος καὶ Θεοῦ εὐσπλαγχνίαν, ἠναγκάσθην ἀποχαράξαι τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ». Περὶ τοῦ Ἁγίου τούτου Στεφάνου βλέπε καὶ εἰς τὴν δευτέραν Αὐγούστου, ὁπότε ἑορτάζεται ἡ ἀνακομιδὴ τοῦ Ἱεροῦ αὐτοῦ Λειψάνου, εἰς ἢν ἔχομεν καταχωρίσει καὶ ἀπόσπασμα λόγου τοῦ φιλοσόφου καὶ ρήτορος Νικήτα (ἐν τόμῳ Ηʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΘΕΟΔΩΡΟΥ τοῦ Γραπτοῦ, ἀδελφοῦ Θεοφάνους τοῦ Ποιητοῦ καὶ Γραπτοῦ.
Αὐχεῖν ἔχει τι καὶ Θεόδωρος μέγα,
Ἐκ γῆς ἀπαίρων, ὡς μέγα, στίξις θέας.
Τὸν Βίον τῶν Ἁγίων τούτων αὐταδέλφων Θεοδώρου καὶ Θεοφάνους τῶν Γραπτῶν συνέγραψεν ἡ Θεοδώρα Ραουλαίνη καὶ Κατακουζηνὴ ἡ Παλαιολογῖνα (βλέπε σελ. 678 τῆς Δωδεκαβίβλου). Τύποις ἐξεδόθη ὑπὸ τοῦ Ἀββᾶ Migne ἐν τῇ Ἑλληνικῇ Πατρολογία τόμ. 116, στ. 653-684. Ἐν δὲ τῇ Μεγίστῃ Λαύρᾳ σῴζεται Βίος τοῦ Ἁγίου Θεοδώρου οὗ ἡ ἀρχή· «Τῶν ὑπὲρ Χριστοῦ τὴν ἄθλησιν ἑλομένων». Ἐχρημάτισαν δὲ οἱ δύο οὗτοι Ἅγιοι μαθηταὶ τοῦ Ὁσίου Μιχαὴλ τοῦ Συγκέλλου, κατὰ τὸν Δοσίθεον, καὶ ἦσαν υἱοὶ Ἰωνᾶ τοῦ Σαββαΐτου (σελ. 694 τῆς Δωδεκαβίβλου). Βλέπε καὶ τὸ Συναξάριον τοῦ Ὁσίου Μιχαὴλ τοῦ Συγκέλλου, κατὰ τὴν ιηʹ (18ην) τοῦ παρόντος Δεκεμβρίου (σελ. 494-495 τοῦ ἀνὰ χεῖρας τόμου). Περὶ τῶν δύο τούτων Ἁγίων αὐταδέλφων Θεοδώρου καὶ Θεοφάνους βλέπε πλατύτερον εἰς τὴν ιαʹ (11ην) Ὀκτωβρίου, ἐν τόμῳ Ιʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας». Συμπληρωματικὰ τροπάρια εἰς τὴν Ἀκολουθίαν τῶν Ἁγίων Στεφάνου τοῦ Πρωτομάρτυρος καὶ Θεοδώρου τοῦ Γραπτοῦ ἔγραψεν ὁ Ὑμνογράφος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν ΘΕΟΔΩΡΟΣ ὁ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως ἐν εἰρήνῃ τελειοῦται.
Ποιμὴν ἄριστος Θεόδωρος ὡράθη,
Ὡς ὢν μιμητὴς τοῦ μεγάλου Ποιμένος.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Ὁ Ὅσιος Πατὴρ ἡμῶν ΛΟΥΚΑΣ ὁ Τριγλινὸς (ἤτοι ὁ ἐκ Μουντανίων) ἐν εἰρήνῃ τελειοῦται.
Τῆς γῆς ὁ Λουκᾶς ὑπεραρθεὶς ἐμφρόνως,
Τρανῶς τρυφᾷ νῦν τὴν Θεοῦ θεωρίαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΜΑΥΡΙΚΙΟΥ καὶ τῶν σὺν αὐτῷ ΕΒΔΟΜΗΚΟΝΤΑ Μαρτύρων.
Εἰς τὸν Μαυρίκιον·
Ὁ Μαυρίκιος γυμνὸς ἐγχρισθεὶς μέλι,
Κρίνει μελισσῶν ἡδὺ τὰς τρώσεις μέλι.
Εἰς τοὺς Ἑβδομήκοντα·
Ἔχων συνάθλους ἄνδρας ἑπτάκις δέκα,
Καὶ συγχορευτὰς Μαυρίκιος λαμβάνει.
ΣΥΝΑΞΑΡΙΟΝ
ΕΠΙΣΤΡΟΦΗ