✥ Τῇ ΙΓ’ (13ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ ἀνακομιδὴ καὶ μετάθεσις τοῦ λειψάνου τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΜΑΞΙΜΟΥ τοῦ Ὁμολογητοῦ.
Κινοῦσί σου, Μάξιμε, πιστοὶ τὴν κόνιν,
Δηλοῦντες ὡς ζῇς ἐξαμείβων καὶ τόπους.
Μαξίμου ἀμφὶ τρίτην νεκρὸν δεκάτην μεταθῆκαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία ΕΥΔΟΚΙΑ ἡ βασίλισσα ἐν εἰρήνῃ τελειοῦται.
Νῦν, Σῶτερ, ἢ πρὶν προσφόρως τῷ πατρί σου,
Ἔμπροσθεν εἴπῃς, Εὐδοκία σου, πάτερ.
Ταῦτα μὲν λέγει ὁ Μελέτιος· ὁ δὲ ἀοίδιμος Δοσίθεος λέγει, ὅτι ἐλθοῦσα εἰς Κωνσταντινούπολιν ἡ Ὁσία νέα Μελάνη ἐλάλησε πλεῖσα ὅσα εἰς τὴν Εὐδοκίαν πρὸς ἔλεος τῶν Ἁγίων Τόπων τῆς Ἱερουσαλήμ· ὅθεν ἠγαπήθη παρὰ τῆς Εὐδοκίας, καὶ εἶχεν αὐτὴν ὡς τροφόν. Ἐκ τούτων λοιπὸν παρακινηθεῖσα ἡ Εὐδοκία μετέβη εἰς τὰ Ἱεροσόλυμα, ὅπου ὑπάρχουσι τὰ σεβάσμια προσκυνήματα, ὡς διηγεῖται ὁ Σωκράτης εἰς τὸ ἕβδομον βιβλίον τῆς ἱστορίας του, καὶ διέτριψεν ἐκεῖ ἓν ἔτος, ὡς λέγει ὁ Εὐάγριος, κτίσασα Λαύραν καὶ γυναικεῖα Μοναστήρια. Ἀλλὰ καὶ τὰ τείχη τῆς Ἱερουσαλὴμ ἀνεκαίνισε, διὸ καὶ ἐπληρώθη ἐπ’ αὐτὴν ἡ προφητεία τοῦ βασιλέως Δαβὶδ ἡ φάσκουσα «Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ». Ἔκτισε δὲ καὶ Ναὸν τοῦ Πρωτομάρτυρος Στεφάνου, μακρὰν τῶν Ἱεροσολύμων ἓν στάδιον· ταῦτα δὲ ἐποίησεν ἡ Εὐδοκία μετὰ τὸν θάνατον τοῦ Θεοδοσίου, ὅτε ἐβασίλευσεν ὁ Μαρκιανός, καθότι τότε ἐπανῆλθεν εἰς τὰ Ἱεροσόλυμα καὶ ἔμεινεν ἐκεῖ μέχρι τέλους τῆς ζωῆς της, ὡς ἱστορεῖ ὁ Εὐάγριος εἰς τὸ πρῶτον βιβλίον τῆς ἱστορίας του (ὅρα σελ. 310 τῆς Δωδεκαβίβλου).
Καίτοι δὲ αὐτή, ἀπατηθεῖσα ὑπὸ τοῦ Μονοφυσίτου Θεοδοσίου, ἔπεσεν εἰς τὴν αἵρεσιν τῶν Μονοφυσιτῶν, ἀφοῦ ὅμως ἔμαθεν ὅτι ἐφονεύθη ὁ γαμβρός της Ὀλύμβριος καὶ ὅτι τὰ τέκνα του καὶ ἡ θυγάτηρ της Πλακιδία ἀπήχθησαν αἰχμάλωτοι εἰς Καρθαγένην ὑπὸ τοῦ Γιζερίχου, εἶπε προσφυῶς ἐκεῖνο τὸ δαβιτικόν· «Ἡ παιδεία σου αὐτή με διδάξει», ἤτοι θέλει μὲ σωφρονίσει, καὶ οὕτως ἔστειλεν εἰς τὸν Συμεὼν τὸν Στυλίτην, ἐρωτῶσα ποῖον εἶναι τὸ ὀρθόδοξον φρόνημα. Ἐκείνου δὲ μηνύσαντος εἰς αὐτὴν ὅτι αὐτόθι ἔχεις τὸν μέγαν Εὐθύμιον καὶ ἐμὲ μὴ ἐρωτᾷς, κατήχησεν αὐτὴν ὁ Εὐθύμιος καὶ διώρθωσεν, ὡς μαρτυρεῖ ὁ Κύριλλος ὁ τοῦ Εὐθυμίου μαθητής. (Βλέπε σελ. 393 τῆς Δωδεκαβίβλου).
✥ Ὁ Ὅσιος ΣΕΡΙΔΟΣ ὁ Ἡγούμενος τῆς ἐν Γάζῃ Μονῆς ἐν εἰρήνῃ τελειοῦται.
Ὅπου σὺ καὶ Σέριδος, ὦ Θεοῦ Λόγε,
Δόξαν θεωρῶν, ἣν Πατὴρ δέδωκέ σοι.
✥ Ὁ Ὅσιος καὶ Θεοφόρος Πατὴρ ἡμῶν ΔΩΡΟΘΕΟΣ, ὁ ἀσκήσας μὲν πρότερον ἐν τῷ πλησίον τῆς Γάζης Κοινοβίῳ τοῦ Ἀββᾶ Σερίδου, ὕστερον δὲ συστησάμενος Μοναστήριον ἴδιον, μετὰ τὴν τελευτὴν τοῦ ἀββᾶ Ἰωάννου τοῦ καλουμένου Προφήτου, καὶ τὴν τελείαν σιωπὴν τοῦ μεγάλου Βαρσανουφίου κατορθώσας, ἐν εἰρήνῃ τελειοῦται.
Ἡ διάκρισις ἐν λόγοις σοῖς ἐρρύη,
Ὦ Δωρόθεε, τῶν Μοναστῶν τὸ κλέος.
✥ Ὁ Ὅσιος ΔΟΣΙΘΕΟΣ ὁ ὑποτακτικός, ὁ ἀσκήσας ἐν τῷ Κοινοβίῳ τοῦ Ἀββᾶ ΣΕΡΙΔΟΥ ὑπὸ τὴν προστασίαν τοῦ Ἁγίου Δωροθέου, ἐν εἰρήνῃ τελειοῦται.
Τῆς ὑποταγῆς ὑπογραμμὸς ὡράθης,
Δοσίθεε, ἀγλάϊσμα ὑπηκόων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἀοιδίμου καὶ παμμακαρίστου βασιλίσσης καὶ κτιτορίσσης τῆς σεβασμίας Μονῆς τοῦ Παντοκράτορος Σωτῆρος Χριστοῦ ΕΙΡΗΝΗΣ, τῆς διὰ τοῦ ἁγίου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης ΞΕΝΗΣ Μοναχῆς.
Παντοκράτωρ δέδωκέ σοι Μονὴν ἄνω,
Ὡς κτιτορίσσῃ ἰδίας Μονῆς κάτω.
✥ Ὁ Ἅγιος Μάρτυς ΚΟΡΩΝΑΤΟΣ ξίφει τελειοῦται.
<spanΠροθεὶς τράχηλον εἰς τομὴν Κορωνᾶτος,
Κτείνει πολυτράχηλον ὕδραν τὴν πλάνην.