✥ Τῇ ΚΔ’ (24ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμῃ τοῦ Ἁγίου Μεγαλομάρτυρος ΑΡΕΘΑ καὶ τῶν σὺν αὐτῷ.
Τμηθεὶς Θεῷ προσῆξε Μάρτυς Ἀρέθας
Πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους.
Ἀρέθα, εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς μετὰ τοῦ Ἁγίου Ἀρέθα μαρτυρησάσης ΓΥΝΑΙΚΟΣ καὶ τοῦ ΒΡΕΦΟΥΣ αὐτῆς, τὴν ὁποίαν ἰδὸν τὸ βρέφος εἰς τὸ πῦρ, καὶ ἐπιρρίψαν ἑαυτὸ εἰς τὴν φλόγα, τελειοῦται.
Τῇ μητρί, πρὸς πῦρ ἡσύχως τεφρουμένη,
Φωναῖς ὑποψελλίζον εἵπετο βρέφος.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Μάρτυς ΣΕΒΑΣΤΙΑΝΗ ξίφει τελειοῦται.
Σεβαστιανὴ τῇ τομῇ βλύζει γάλα,
Οὐχ αἷμα καὶ σὰρξ ὥσπερ οὖσα, πρὸς ξίφος.
✥ Οἱ Ἅγιοι ΜΑΡΚΟΣ, ΣΩΤΗΡΙΧΟΣ καὶ ΟΥΑΛΕΝΤΙΝΟΣ, κατὰ γῆς συρόμενοι, τελειοῦνται.
Τὴν γῆν συνάθλων ἡ τριὰς στήλην ἔχει,
Βοῶσαν αὐτῶν τοὺς ἀοιδίμους πόνους.
✥ Ὁ Ἅγιος ΑΚΑΚΙΟΣ ὁ Πρεσβύτερος ξίφει τελειοῦται.
Ἀκάκιος προσθείς σε καὶ ψυχῆς, Λόγε,
Ψυχὴν προέσθαι, σοῦ χάριν, σπεύδει ξίφει.
✥ Ὁ Ἅγιος Μάρτυς ΝΕΡΔΩΝ πυρὶ τελειοῦται.
Πυρὸς κρατῆρι καμίνῳ βεβλημένος,
Κρατῆρα Νέρδων ἐκροφᾷ θείου τέλους.
✥ Τοῦ Ὁσίου ΑΡΕΘΑ τοῦ ἐν τῷ Σπηλαίῳ Ρώσου.