✥ Τῇ ΚΑ’ (21ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΙΛΑΡΙΩΝΟΣ τοῦ Μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων, θέριζε νῦν χαίρων ἄνω.
Ὕστατα Ἱλαρίων κοιμήσατο εἰκάδι πρώτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἐν Νικομηδείᾳ Ἁγίων τριῶν Μαρτύρων ΓΑΪΟΥ, ΔΑΣΙΟΥ καὶ ΖΩΤΙΚΟΥ, ἐν θαλάσσῃ τελειωθέντων.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάρρουν ἄνω.
ΓΑΪΟΣ, ΔΑΣΙΟΣ καὶ ΖΩΤΙΚΟΣ οἱ Ἅγιοι Μάρτυρες, εὑρισκόμενοι εἰς τὴν Νικομήδειαν, ἀνέλαβον ζῆλον θεῖον εἰς τὴν καρδίαν των, καὶ πορευθέντες κατεκρήμνισαν τὰ εἰς τοὺς ναοὺς τῶν Ἑλλήνων εὑρισκόμενα εἴδωλα. Ἐπειδὴ δὲ ἐφανερώθησαν, ἐδοκίμασαν οἱ μακάριοι παντοίας βασάνους. Τούτους ἐκρέμασαν οἱ Ἕλληνες ἐπὶ ξύλων καὶ κατέτριψαν τὰς σάρκας των μὲ πανία ὑφασμένα ἀπὸ τρίχας αἰγός· ἔπειτα δέσαντες πέτρας ἀπὸ τὸν λαιμόν των, τοὺς ἔρριψαν εἰς τὴν θάλασσαν. Ὅθεν ἔλαβον οἱ ἀοίδιμοι τοὺς στεφάνους τοῦ Μαρτυρίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΦΙΛΟΘΕΟΥ, τοῦ ἀσκήσαντος ἐν τῷ τοῦ Ἄθω ὄρει.
Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος,
Ζωὴν ἄληκτον εὗρε σὺν Θεοῦ φίλοις.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΑΝΔΡΕΑΣ, ΣΤΕΦΑΝΟΣ, ΠΑΥΛΟΣ καὶ ΠΕΤΡΟΣ ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος συστεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.
✥ Ὁ Ἅγιος Ὁσιομάρτυς ΖΑΧΑΡΙΑΣ ἐν τῇ θαλάσσῃ τελειοῦται.
Τρίβους θαλασσῶν ψαλμικῶς, Ζαχαρία,
Διεκπορευθείς, οὐρανοῦ φθάνεις τρίβους.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΘΕΟΔΟΤΗΣ καὶ ΣΩΚΡΑΤΟΥΣ Πρεσβυτέρου.
Εἰς τὴν Θεοδότην·
Τὴν Θεοδότην ἐκ ξίφους τετμημένην
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Εἰς τὸν Σωκράτην·
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
τετμημένος σοι Σωκράτης στεφοκράτης.
✥ Ὁ Ἅγιος Ὁσιομάρτυς ΕΥΚΡΑΤΗΣ ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν συνιστᾷς εὔκρατον κρᾶσιν, μάκαρ.
✥ Ὁ Ὅσιος ΒΑΡΟΥΧ ἐν εἰρήνῃ τελειοῦται.
Βαροὺχ ὁ θεῖος ἐκλιπὼν σκήνους βάρος,
Ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.
✥ Ὁ Ἅγιος Μάρτυς ΑΖΗΣ πυρὶ τελειοῦται.
Ἔζησεν Ἄζης, κἂν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθῆ μὴ γινώσκουσαν τέλος.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐκ Μονεμβασίας, τελειωθέντος ἐν ταῖς βασάνοις κατὰ τὴν Λάρισαν, ἐν ἔτει ͵αψογ’ (1773).
Νόμους φυλάττων νηστίμου καιροῦ πόθῳ
Ζωὴν ἔθυσας, ὦ Ἰωάννη μάκαρ.
Πρώτῃ, Ἰωάννην εἰκάδι ἔκτειναν ἄνομοι.
✥ Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν ΧΡΙΣΤΟΔΟΥΛΟΥ τοῦ θαυματουργοῦ.
Λείψανον τὸ σὸν ἐξ Εὐρίπου, ὦ Πάτερ,
Ἤγαγον οἷα θησαυρὸν τῇ Μονῇ σου.
✥ Ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΙΛΑΡΙΩΝΟΣ Ἐπισκόπου Μεγληνίας Ρώσου.