✥ Τῇ Κ’ (20ῇ) τοῦ αὐτοῦ μηνὸς ἡ ὡς εἰς Οὐρανὸν πυρφόρος ἀνάβασις τοῦ Ἁγίου ἐνδόξου Προφήτου ΗΛΙΟΥ τοῦ Θεσβίτου.
Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρω κάτω,
Σχίζει δὲ ρεῖθρον Ἠλίας τρέχων ἄνω.
Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ.
Ἀλλὰ καὶ ἐν τῇ Λαύρᾳ καὶ ἐν τῇ τῶν Ἰβήρων Ἱερᾷ Μονῇ σῴζεται ὑπόμνημα ἑλληνικὸν εἰς τὸν Ἠλίαν, οὗ ἡ ἀρχή· «Τὸ μὲν λόγοις ἐγκωμίων καὶ συγγραφαῖς ἐπαίνων». Ἐγκώμιον ἔχει εἰς αὐτὸν καὶ Θεοφάνης ὁ Πρωτόθρονος, οὗ ἡ ἀρχή· «Ἀγώνων λόγου καιρὸς» (σῴ-
ζεται ἐν τῇ τοῦ Παντοκράτορος). Εὑρίσκεται δὲ καὶ ὑπόμνημα εἰς τὸν Ἠλίαν, οὗ ἡ ἀρχή· «Ἄρτι μὲν αἱ δώδεκα τοῦ Ἰσραὴλ φυλαί», ἐν τῷ πέμπτῳ Πανηγυρικῷ τῆς τοῦ Βατοπαιδίου. Ἀλλὰ καὶ Ἐφραὶμ ὁ Σύρος λόγον ἔχει εἰς τὸν Ἠλίαν, οὗ ἡ ἀρχή· «Ἡσυχίαν δότε μοι» (σῴζεται ἐν τῷ Γʹ τόμῳ τῆς ἐν Ρώμῃ ἐκδόσεως). Ὁ δὲ Σειρὰχ λέγει περὶ αὐτοῦ· «Καὶ ἀνέστη Ἠλίας Προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο ὃς ἐπήγαγεν ἐπ’ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς, ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτω τρὶς πῦρ ὡς ἐδοξάσθης, Ἠλία, ἐν τοῖς θαυμασίοις σου! καὶ τίς ὅμοιός σοι καυχᾶσθαι; ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ Ὑψίστου. Ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν· ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως· ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ Προφήτας διαδόχους μετ᾽ αὐτόν· ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων. Μακάριοι οἱ ἰδόντες σε, καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα». (Σειρ. μηʹ 1).
Εἰς τὸν Προφήτην Ἠλίαν ἐποίησε συμπληρωματικὴν Ἀκολουθίαν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης, τὴν ὁποίαν καὶ παραθέτομεν ἐν τῷ τέλει τοῦ ἀνὰ χεῖρας Τόμου διὰ τοὺς θέλοντας νὰ ἑορτάζωσιν ἰδιαιτέρως τὸν Ἅγιον. Ἐπίσης ἐποίησε παρακλητικὸν κανόνα ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας πατὴρ Γεράσιμος Μικραγιαννανίτης, ἐκδοθέντα ὑπὸ τοῦ Ἀρχιμανδρίτου Ἀντωνίου Τσίγκα ὡς καὶ 24 Οἴκους, ἀνεκδότους εἰσέτι.
✥ Τῇ αὐτῇ ἡμέρᾳ τελοῦνται τὰ Ἐγκαίνια τοῦ Ναοῦ τῆς εὐαγεστάτης Μονῆς τοῦ Στουδίου τοῦ Τιμίου ΠΡΟΔΡΟΜΟΥ.
Ἐγκαίνια, Πρόδρομε, θείου ναοῦ σου
Ἡ τῶν Στουδιτῶν ἐκτελεῖ σοι χορεία.