Ἰουλίου Ϛ’ (6η)

Τῇ Ϛ’ (6ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη, τοῦ Ὁσίου πατρὸς ἡμῶν ΣΙΣΩΗ τοῦ Μεγάλου.

Θεοῦ τεθνηκὼς πυξίῳ προσεγράφη
Θείου, Σισώης, πνεύματος τὸ πυξίον.
Βῆ δὲ Σισώης γῆθεν ἐς οὐρανόν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΛΟΥΚΙΑΣ τῆς παρθένου καὶ ΡΗΞΟΥ Βικαρίου, καὶ ἑτέρων πλείστων ἐν Καμπανίᾳ μαρτυρησάντων.

Ἰδοῦσα Ρήξου τὴν τομὴν Λουκία
Οὐ πρὸς τομὴν ἔρρηξε φωνήν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι ΕΙΚΟΣΙ ΤΕΣΣΑΡΕΣ ΜΑΡΤΥΡΕΣ, οἱ σὺν τῇ Λουκίᾳ καὶ τῷ Ρήξῳ μαρτυρήσαντες ξίφει τελειοῦνται.

Εἰκὰς τετάρτη Μαρτύρων ἔργον ξίφους
Ὥφθη ὑπὲρ σοῦ, Χριστέ, δόξα Μαρτύρων.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΑΣΤΕΙΟΣ, ἐπίσκοπος Δυρραχίου, μέλιτι χρισθεὶς καὶ ὑπὸ μελισσῶν κεντούμενος, τελειοῦται.

Ἀστεῖος ἀρθεὶς εὗρεν ἀστεῖον τέλος
Ὀφθεὶς μελίσσαις βρῶσις ἐγχρισθεὶς μέλι.

ΑΣΤΕΙΟΣ ὁ Ὅσιος πατὴρ ἡμῶν, Ἐπίσκοπος Δυρραχίου, ἤκμασεν ἐπὶ Τραϊανοῦ, βασιλέως καὶ Ἀγρικόλα ἡγεμόνος ἐν ἔτει ϟη’ (98). Συλληφθεὶς δε ὑπὸ τῶν πρώτων τῆς πόλεως Δυρραχίου καὶ μὴ πεισθεὶς νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα, ὡδηγήθη εἰς τὸν ἡγεμόνα Ἀγρικόλαν καὶ ἐδάρη διὰ χειρῶν μολυβδίνων καὶ νεύρων βοῶν. Ἐπειδὴ δὲ ἐπέμενεν εἰς τὴν πίστιν τοῦ Χριστοῦ, ἐχρίσθη διὰ μέλιτος καὶ ἐσταυρώθη ἐπὶ ξύλου παρὰ τὸ τεῖχος τῆς πόλεως, κατὰ τὸν καιρὸν τοῦ θέρους, ὅταν φλέγῃ ὁ ἥλιος, ὅτε καὶ παρέδωκε τὴν ψυχὴν αὐτοῦ εἰς χεῖρας Θεοῦ, καὶ οὕτως ἔλαβεν ὁ μακάριος τὸν στέφανον τοῦ μαυτυρίου.

 

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΦΙΛΗΜΟΝΟΣ, ΑΡΧΙΠΠΟΥ καὶ ΟΝΗΣΙΜΟΥ, οἳ τελειοῦνται, ὁ μὲν Φιλήμων σταυρωθείς, ὁ Ἄρχιππος ὑπὸ ἵππων συρόμενος, ὁ δὲ Ὀνήσιμος ξίφει ἀναιρεθείς. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις καὶ ἑορτὴ ἐν τῷ μαρτυρικῷ αὐτῶν Ναῷ τῷ κειμένῳ πέραν ἐν τῇ ἐλαίᾳ.

Εἰς τὸν Φιλήμονα·

Σταυροῖ ψυχρὸν φίλημα Χριστόν, Φιλῆμον.
Σταυροῖ δὲ καὶ σὲ φίλτρον αὐτοῦ τὸ ζέον.

Εἰς τὸν Ἄρχιππον·

Τὴν ἀρχικήν σοι τῶν φρενῶν ἐξουσίαν,
Ἄρχιππε, δεῖξον πρὸς τὰ τῶν ἵππων θράση.

Εἰς τὸν Ὀνήσιμον·

Ὄνησιν εὗρεν Ὀνήσιμος ἐκ ξίφους
Λαβὼν τὸ λαμπρὸν τῆς ἀθλήσεως στέφος.

 

Ὁ Ἅγιος ΑΠΟΛΛΩΝΙΟΣ διὸ πλοίου ἐν θαλάσσῃ βληθείς, τοῦ πλοίου πυρποληθέντος, τελειοῦται.

Ἀπολλώνιος ἀμφιδεξίως ἔχει
Ἀθλεῖν πρὸς ἄμφω, πρὸς θάλασσαν καὶ φλόγα.

 

Ὁ Ἅγιος Μάρτυς ΑΛΕΞΑΝΔΡΙΩΝ εἰς τροχὸν δεθεὶς καὶ εἰς κατωφερῆ τόπον ἀφεθεὶς τελειοῦται.

Ἀλεξανδρίων καὶ κατωφερῶς τρέχων,
Ἀνωφερῶς ὑψοῦται πρὸς Θεὸν Λόγον.

 

Ὁ Ἅγιος Μάρτυς ΕΠΙΜΑΧΟΣ ξίφει τελειοῦται.

Πλέον τί πάσχειν ἤθελον καὶ τοῦ ξίφους;
Ἔφασκε πάσχων Ἐπίμαχος ἐκ ξίφους.

 

Ἡ εὕρεσις τῶν τιμίων λειψάνων τῆς Ἁγίας ΙΟΥΛΙΑΝΗΣ τῆς παρθένου, ἀναπαυομένη ἐν τῇ Λαύρᾳ τοῦ ἐν Κιέβῳ Σπηλαίου, Ρωσίδος.

   

ΕΠΙΣΤΡΟΦΗ