✥ Τῇ Ι’ (10ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων πέντε Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, ΟΛΥΜΠΑ, ΡΟΔΙΩΝΟΣ, ΕΡΑΣΤΟΥ, ΣΩΣΙΠΑΤΡΟΥ καὶ ΚΟΥΑΡΤΟΥ.
Εἰς τὸν Ὀλυμπᾶν·
Λάμψας Ὀλυμπᾶς ἡλίου λαμπροῦ δίκην,
Ὄλυμπον [1] οἰκεῖ σὺν Ἀποστόλοις ἅμα.
Εἰς τὸν Ροδίωνα·
Ρόδον νοητὸν ὡς σαφῶς ὁ Ροδίων,
Ξίφει τρυγηθείς, πάλιν ἀνθεῖ ἐν πόλῳ.
Εἰς τὸν Ἔραστον·
Ἐρῶν Ἔραστος μανικῶς τοῦ Κυρίου,
Σύνεστιν αὐτῷ καὶ χαρὰν χαίρει ξένην.
Εἰς τὸν Σωσίπατρον·
Ὁ Σωσίπατρος πατρικὴν δείξας σχέσιν,
πολλοὺς προσῆξε τῷ Θεῷ σεσωσμένους.
Εἰς τὸν Κούαρτον·
Ἄρτον Θεοῦ τὸν ζῶντα Κούαρτος θύων,
Καὶ τὴν ψυχὴν ἔθυσε λιπὼν τῷ Λόγῳ.
Εἰς τοὺς πέντε ὁμοῦ·
Πεντάδα μυστῶν τοῦ Λόγου ὑμνῶ λόγοις,
Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.
Πεντὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν.
ΟΛΥΜΠΑΣ, ΡΟΔΙΩΝ, ΕΡΑΣΤΟΣ, ΣΩΣΙΠΑΤΡΟΣ, καὶ ΚΟΥΑΡΤΟΣ οἱ Ἅγιοι Ἀπόστολοι εἶναι ἐκ τῶν Ἑβδομήκοντα [2] καὶ ὁ μὲν Ἅγιος Ἀπόστολος Ὀλυμπᾶς, περὶ τοῦ ὁποίου γράφει ὁ θεῖος Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ρωμαίους Ἐπιστολῇ· «Ἀσπάσασθε Ὀλυμπᾶν» (Ρωμ. ιϛ’ 15) καὶ ὁ Ροδίων [3] ἀκολουθοῦντες τὸν Ἀπόστολον Πέτρον ἀμφότεροι ἀπεκεφαλίσθησαν ἐν τῇ Ρώμῃ ὑπὸ Νέρωνος τοῦ βασιλεύσαντος ἐν ἔτει νδ’ (54). Ὁ δὲ Σωσίπατρος, περὶ τοῦ ὁποίου γράφει ὁ Παῦλος ἐν τῇ πρὸς Ρωμαίους Ἐπιστολῇ· «Ἀσπάζονται ὑμᾶς Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου» (Ρωμ. ιϛ’ 21), χρηματίσας Ἐπίσκοπος Ἰκονίου ἐν εἰρήνῃ ἀνεπαύθη [4]. Ὁ δὲ Ἔραστος, περὶ τοῦ ὁποίου γράφει ὁ αὐτὸς Παῦλος ἐν τῇ αὐτῇ Ἐπιστολῇ· «Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως» (Ρωμ. ιϛ’ 21) [5] γενόμενος οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας καὶ μετὰ ταῦτα χρηματίσας Ἐπίσκοπος Νεάδος (ἢ Πανεάδος), ἐν εἰρήνῃ ἐτελειώθη. Ὁ δὲ Κούαρτος περὶ τοῦ ὁποίου γράφει ὁ αὐτὸς Παῦλος· «Ἀσπάζεται ὑμᾶς Κούαρτος ὁ ἀδελφὸς» (αὐτόθι), ἔγινεν Ἐπίσκοπος Βηρυττοῦ καὶ πολλοὺς πειρασμοὺς διὰ τὴν εὐσέβειαν ὑπομείνας καὶ πολλοὺς Ἕλληνας ὑποστρέψας πρὸς Κύριον, ἀνεπαύσατο ἐν εἰρήνῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΟΡΕΣΤΟΥ.
Ἀθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,
Νικητικὰ βραβεῖα πολλὰ προσδέχου.
✥ Ὁ Ὅσιος Πατὴρ ἡμῶν ΘΕΟΣΤΗΡΙΚΤΟΣ, ὁ ἐν Συμβόλοις, ἐν εἰρήνῃ τελειοῦται.
Θεοστήρικτος τὸν Θεὸν στήσας βάσιν,
Ὄντως θεοστήρικτος ἔργοις ὡράθη [6].
✥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΝΟΝΝΟΥ, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.
Ὅλος γέμων ἦν γνώσεως Θεοῦ Νόννος,
Εἰς καλὸν εἰδὼς καὶ τὰ χείρονα τρέπειν.
✥ Ὁ Ὅσιος Πατὴρ ἡμῶν ΜΑΡΤΙΝΟΣ ὁ Ἐπίσκοπος ἐν εἰρήνῃ τελειοῦται.
Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,
Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΜΙΛΟΥ Ἐπισκόπου τοῦ θαυματουργοῦ, καὶ τῶν δύο μαθητῶν αὐτοῦ.
Ἔκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,
Σφαγῇ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς λίθοις.
✥ Ὁ Ἅγιος Μάρτυς ΚΑΛΛΙΟΠΙΟΣ ξίφει τελειοῦται.
Ξίφει τράχηλον, Καλλιόπιε, κλίνας
Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.
✥ Ὁ Ἅγιος Μάρτυς ΝΙΡΟΣ ξίφει τελειοῦται.
Ὑπῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,
Θεία κεφαλὴ Μάρτυρος διὰ ξίφους.
✥ Ὁ Ἅγιος Μάρτυς ΩΡΙΩΝ ζῶν ἐμβληθεὶς ἐν γῇ τελειοῦται.
Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,
Ὑπὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου.
Ὑποσημειώσεις
[1] Ἤτοι τὸν οὐρανόν.
[2] Οἱ ἐκ τῶν Ἑβομήκοντα Ἅγιοι οὗτοι πέντε Ἀπόστολοι ἑορτάζονται καὶ κατὰ τὴν κοινὴν τῶν Ἑβδομήκοντα Σύναξιν τὴν δʹ (4ην) Ἰανουαρίου (βλέπε ἐν τόμῳ Αʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», ὑπ’ αὔξοντας ἀντιστοίχως ἀριθμοὺς 43, 25, 19, 59 καὶ 34).
[3] Τοῦτον ἡ τοῦ Παύλου πρὸς Ρωμαίους Ἐπιστολὴ Ἡρῳδίωνα γράφει καὶ οὐχὶ Ροδίωνα, οὕτω λέγουσα· «Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου» (Ρωμ. ιϛʹ 11). Οὗτος ὁ Ἡρῳδίων ἑορτάζεται ἰδιαιτέρως κατὰ τὴν εἰκοστὴν ὀγδόην Μαρτίου, ὅπου καὶ τὸ Συναξάριόν του γράφεται (βλέπε ἐν τόμῳ Γʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).
[4] Ὁ Ἅγιος Σωσίπατρος ἑορτάζεται καὶ κατὰ τὴν κθʹ (29ην) Ἀπριλίου (βλέπε ἐν τόμῳ Δʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», ἔνθα γράφεται ὅτι ἐκοιμήθη ἐν Κερκύρᾳ).
[5] Ὁ δὲ Θεοφύλακτος οἰκονόμον τῆς πόλεως ἐξήγησε τὸν Ἔραστον, οὐχὶ τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας, ἀλλὰ τῆς ἐν Κορίνθῳ, ἀπὸ τῆς ὁποίας ἐστάλη εἰς Ρώμην ἡ πρὸς Ρωμαίους τοῦ Παύλου Ἐπιστολὴ καὶ ἀπὸ τῆς ὁποίας ἀσπάζεται τοὺς ἐν Ρώμῃ ὁ Ἔραστος.
[6] Ὁ Θεοστήρικτος οὗτος, καθ’ ἃ ἐκ τοῦ διστίχου φαίνεται, εἶναι ὁ ἴδιος ὅστις ἑορτάζεται κατὰ τὴν δεκάτην ἑβδόμην τοῦ Φεβρουαρίου, διότι τὸ αὐτὸ δίστιχον ἔχει καὶ ἐκεῖ.