Μαΐου Δ’ (4η)

Τῇ Δ’ (4ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μάρτυρος ΠΕΛΑΓΙΑΣ τῆς ἀπὸ Ταρσοῦ.

Βοὸς τὸ χαλκούργημα πῦρ φανὲν φλέγον,
Βληθεῖσαν ἔνδον τὴν Πελαγίαν φλέγει.
Ἀμφὶ τετάρτῃ Πελαγίη καύθη βοῒ χαλκῷ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΙΛΑΡΙΟΥ τοῦ Θαυματουργοῦ.

Ἔγνων τὸν Ἱλάριον ἱλαρὸν φύσει,
Ος θαυματουργεῖ, κἂν τάφῳ τεθειμένος.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Πατέρων ΑΦΡΟΔΙΣΙΟΥ, ΛΕΟΝΤΙΟΥ, ΑΝΤΩΝΙΝΟΥ, ΜΕΛΟΥΣ, ΟΥΑΛΛΕΡΙΑΝΟΥ καὶ ΑΚΡΟΒΙΟΥ καὶ τοῦ πλήθους τῶν σὺν αὐτοῖς ἐν Σκυθοπόλει μαρτυρησάντων. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ σεπτῷ Ναῷ τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Ἰακώβου ἀδελφοῦ τοῦ Κυρίου, τῷ κειμένῳ ἐντὸς τοῦ σεβασμίου οἴκου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἐν τοῖς Χαλκοπρατείοις.

Εἰς τὸν Ἀφροδίσιον·

Τίς οὗτος ὁ τράχηλον ἐκτείνων ξίφει;
Ἀφροδίσιος, Ἀφροδίσιος λέγει.

Εἰς τὸν Λεόντιον, Ἀντωνῖνον καὶ Μέλην·

Ὁ Λεόντιος καὶ Συναθληταὶ δύο,
Λέοντες οἷον ἔδραμον πρὸς τὸ ξίφος.

Εἰς τὸν Οὐαλλεριανὸν καὶ Μακρόβιον·

Ὑπὲρ κεφαλὰς Μαρτύρων ἀρθὲν δύο,
Ἀθλητικὴν ἔπηξε πῦρ αὐτοῖς στέγην.

Ἐν δὲ τῷ Συναξαριστῇ τῆς Μονῆς τοῦ Διονυσίου γράφεται Μελδᾶ.

 

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν Ἱερῶν Λειψάνων τοῦ Ἁγίου καὶ Δικαίου ΛΑΖΑΡΟΥ, φίλου τοῦ Χριστοῦ καὶ τῆς Μυροφόρου ΜΑΡΙΑΣ τῆς ΜΑΓΔΑΛΗΝΗΣ, γενομένης ἐπὶ Λέοντος τοῦ Σοφοῦ καὶ φιλοχρίστου ἐν ἔτει ωϟ’ (890). Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ εὐαγεστάτῃ Μονῇ τῇ παρὰ τοῦ αὐτοῦ βασιλέως ἐπ’ ὀνόματι τοῦ Ἁγίου Λαζάρου συστάσῃ. Συνεορτάζονται δὲ καὶ τὰ ἐγκαίνια τῆς ἐν τῇ Μονῇ Ἁγίας Ἐκκλησίας.

Εἰς τὴν Μαγδαληνήν·

Σὺ καὶ νεκρὰ ζῇς· εἰ σιγᾷς δὲ τῇ πόλει,
Ἔχει τις ὡς πρὶν ἔκστασίς σε, Μαρία.

Εἰς τὴν ἐν Κωνσταντινουπόλει κατάθεσιν
τοῦ ἱεροῦ Λειψάνου τῆς αὐτῆς Ἁγίας Μυροφόρου
ΜΑΡΙΑΣ τῆς ΜΑΓΔΑΛΗΝΗΣ·

Φάσκει, ραβουνί, Μαρία Χριστῷ πάλιν.
Λέγει, τί; Χριστός. Θάψαν ἄστυ με σκέπε.

Ἡ ἀνακομιδὴ τοῦ ἱεροῦ Λειψάνου τοῦ Ἁγίου καὶ Δικαίου Λαζάρου ἑορτάζεται καὶ ἰδιαιτέρως κατὰ τὴν ιζʹ (17ην) τοῦ Ὀκτωβρίου, ἔνθα βλέπε τὸ σχετικὸν Συναξάριον ἐν τόμῳ Ιʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας» καὶ τὰς ἐκεῖ ὑποσημειώσεις. Ὁ δὲ Δοσίθεος ἐν τῇ Δωδεκαβίβλῳ σελ. 1153 λέγει, ὅτι Λέων ὁ Σοφὸς ἔφερεν εἰς τὴν Κωνσταντινούπολιν καὶ τὸ ἱερὸν Λείψανον Μαρίας τῆς ἀδελφῆς τοῦ Λαζάρου.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΝΙΚΗΦΟΡΟΣ, ὁ Ἡγούμενος τῆς Μονῆς τοῦ Μηδικίου, ἐν εἰρήνῃ τελειοῦπαι.

Τῆς ἀρετῆς τὸ θεῖον ἤρατο στέφος,
Ὁ θεῖος ἀρθεὶς ἐκ βίου Νικηφόρος.

Ὁ κατὰ πλάτος Ἑλληνικὸς, Βίος τούτου, οὗ ἡ ἀρχή· «Πολλοὶ πολλάκις τὴν…» συγγραφεὶς παρ’ ἀγνώστου σῴζεται ἐν τῇ Ἐθνικῇ Βαυαρικῇ Βιβλιοθήκῃ ὡς ἀναφέρεται ἐν «Ignatius Hardt Catalogus Codicum manuscriptorum Bibliothecae Regiae Bavaricae» (Τόμ. 4, σελ. 85). Περὶ τοῦ Ἁγίου τούτου γίνεται λόγος καὶ ἐν τῷ Βίῳ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὀμολογητοῦ Νικήτα, Ἡγουμένου χρηματίσαντος καὶ τούτου τῆς Μονῆς Μηδικίου, μαθητοῦ πρότερον καὶ ὑποτακτικοῦ τοῦ Ὁσίου Νικηφόρου, βλέπε ἐν τόμῳ Δʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας», τῇ γʹ (3ῃ) τοῦ μηνὸς Ἀπριλίου.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου ΝΙΚΗΦΟΡΟΥ ἡσυχάσαντος ἐν τοῖς ἐρημικωτέροις χωρίοις τοῦ Ἄθω, ἐν εἰρήνη τελειωθέντος.

Σοὶ χάριν ἴσμεν, ὦ Πάτερ Νικηφόρε,
Τέχνης προσευχῆς, ἣν ἀφῆκες τῷ βίῳ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ Ἐπισκόπου Κορίνθου, ὅστις κεκοίμηται ἐπὶ τῶν ἡμερῶν τῆς βασιλείας Βασιλείου καὶ Κωνσταντίνου ἐν ἔτει ϡλζ’ (937).

Ἀθανασίῳ προσφέρειν αἶνον πρέπον,
Ἀξίαν αἴνου ἀρετὴν γὰρ εἵλετο.

   

ΕΠΙΣΤΡΟΦΗ