✥ Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων ΔΙΣΜΥΡΙΩΝ, ἤτοι εἴκοσι χιλιάδων, ΜΑΡΤΥΡΩΝ, τῶν ἐν Νικομηδείᾳ καέντων.
Ὡς προσφοραί σοι, Σῶτερ, ἐξωπτημέναι,
Οἱ δισμύριοι τοῦ νεὼ κεῖνται μέσον,
Ἀγέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἀπὸ τῆς Συγκλήτου Ἁγίων Μαρτύρων, οἵτινες ἔξω τῆς πυρᾶς ἀπολειφθέντες ἐτελειώθησαν διὰ διαφόρων τρόπων βασανισθέντες, ἤτοι:
✥ Ὁ Ἅγιος Μάρτυς ΙΝΔΗΣ ἐν τῇ θαλάσσῃ βληθεὶς τελειοῦται.
Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,
Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.
✥ Οἱ Ἅγιοι ΓΟΡΓΟΝΙΟΣ καὶ ΠΕΤΡΟΣ ἐν τῇ θαλάσσῃ τελειοῦνται.
Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,
Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.
✥ Ὁ Ἅγιος Μάρτυς ΖΗΝΩΝ ξίφει τελειοῦται.
Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,
Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς [1] θέλων.
✥ Ὁ Ἅγιος Μάρτυς ΜΑΡΔΟΝΙΟΣ πυρὶ τελειοῦται.
Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,
Στέργοντα Χριστὸν καὶ στέγοντα πῦρ φλέγον.
✥ Ὁ Ἅγιος Μάρτυς ΔΩΡΟΘΕΟΣ ὁ Πραιπόσιτος ξίφει τελειοῦται.
Ὁ Δωρόθεος, τὴν κεφαλήν μου, λέγει,
Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.
✥ Ὁ Ἅγιος ΘΕΟΦΙΛΟΣ ὁ Διάκονος λιθοβοληθεὶς τελειοῦται.
Ἀπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,
Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.
✥ Ὁ Ἅγιος Μάρτυς ΜΥΓΔΟΝΙΟΣ βόθρῳ ἐγχωσθεὶς τελειοῦται.
Κἂν χωννύηται Μυγδόνιος ἐν βόθρῳ,
Ἐγνωσμένος τοῖς πᾶσι Μάρτυς τυγχάνει.
✥ Ὁ Ἅγιος Μάρτυς ΓΛΥΚΕΡΙΟΣ ὁ Πρεσβύτερος πυρὶ τελειοῦται.
Ὁ Γλυκέριος εἰς τὸ πῦρ βεβλημένος
Ἔφη, γλυκύς μοι τῆς τελευτῆς ὁ τρόπος.
✥ Ἡ Ἁγία Μάρτυς ΔΟΜΝΑ, ξίφει τμηθεῖσα, τῷ πυρὶ τελειοῦται.
Ἕκτην συνάπτω ταῖς φρονίμοις παρθένοις,
Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην [2].
✥ Ὁ Ἅγιος Μάρτυς ΣΕΚΟΥΝΔΟΣ ξίφει τελειοῦται.
Γίνου, Σεκοῦνδε, καὶ σὺ Μάρτυς ἐκ ξίφους,
Καὶ Μαρτύρων κάλλιστα λάμβανε γέρα.
✥ Ὁ Ὅσιος Πατὴρ ἡμῶν ΒΑΒΥΛΑΣ ἐν εἰρήνῃ τελειοῦται.
Ἅπαν Βαβύλας ὑλικὸν ρίψας βάρος,
Ἄϋλος εἰς ἄϋλον ἥκει χωρίον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΣΙΜΩΝ ὁ Μυροβλύτης, ὁ κτίτωρ τῆς ἐν τῷ Ἄθῳ Ἱερᾶς Μονῆς Σιμωνοπέτρας, ἐν εἰρήνῃ τελειοῦται.
Πρὸς Πέτρον ἔσχε κοινὰ κλῆσιν καὶ πέτραν,
Ὑπερτερεῖ μύρῳ δ’ ὁ τῆς Πέτρας Σίμων.
Ὑποσημειώσεις
[1] Ζηνός· Διός
[2] Τὸ Μαρτύριον ὅλων τῶν ἀνωτέρω ἀναφερομένων Ἁγίων Μαρτύρων βλέπε εἰς τὸ Συναξάριον τῶν Ἁγίων Δισμυρίων Μαρτύρων, σελ. 680-693 τοῦ ἀνὰ χεῖρας τόμου.