Φεβρουαρίου ΚΔ’ (24η)

Τῇ ΚΔ’ (24ῃ) τοῦ αὐτοῦ μηνὸς γέγονεν ἡ πρώτη καὶ δευτέρα εὕρεσις τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ ΙΩΑΝΝΟΥ.

Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν κάραν,
Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν.
Ὁ βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους.
Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων.
Εἰκοστὴν Προδρόμοιο φάνη κάρη ἀμφὶ τετάρτην.

Εἰς τὴν πρώτην ταύτην καὶ δευτέραν Εὕρεσιν τῆς Τιμίας Κεφαλῆς τοῦ Βαπτιστοῦ λόγος Ἑλληνικὸς σῴζεται ἐν τῇ Λαύρᾳ καὶ ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου οὗ ἡ ἀρχή· «Πάλιν ἡμῖν ὁ θεῖος ἐφέστηκεν Πρόδρομος», ἐν δὲ τῷ δευτέρῳ πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπαιδίου σῴζεται λόγος διηγηματικὸς τῆς Εὑρέσεως τῆς Τιμίας Κεφαλῆς τοῦ Προδρόμου, οὗ ἡ ἀρχή· «Μοναχοὶ δύο ἐκ τῆς ἑῴας ὁρμώμενοι», ὁ αὐτὸς δὲ σῴζεται καὶ ἐν τῇ τῶν Ἰβήρων. Ἐν δὲ τῇ Μεγίστῃ Λαύρᾳ σῴζεται καὶ ἄλλος λόγος περὶ αὐτῆς διαλαμβάνων, οὗ ἡ ἀρχή· «Ὁ ἀγαθότητι καὶ φιλανθρωπίᾳ καὶ τῇ ἀρρήτῳ αὐτοῦ σοφίᾳ»· Ἐγκώμιον εἰς τὴν Εὕρεσιν τῆς Τιμίας Κεφαλῆς, τοῦ Προδρόμου» συνέθεσε καὶ ὁ Ἱεροδιδάσκαλος τῆς Μεγάλης Ἐκκλησίας Μακάριος ὁ Χριστιανόπουλος, ὅπερ καταχωρίζομεν ἐνταῦθα ἐν σελίδι 480.

ΣΥΝΑΞΑΡΙΟΝ
ΕΓΚΩΜΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ