Ἰουλίου ΛΑ’ (31η)

Τῇ ΛΑ’ (31ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ δικαίου ΕΥΔΟΚΙΜΟΥ.

Τὸν θεῖον Εὐδόκιμον, ᾧ βίος γέλως,
Τὸν θεῖον εὐδόκησεν ἐκστῆναι βίου.
Δείκνυται Εὐδόκιμον πρώτῃ τέλος ἐν τριακοστῇ.

Ὁ ἑλληνικὸς βίος αὐτοῦ, οὗ ἡ ἀρχή· «Εὐδοκίμου τοῦ φερωνύμως κατὰ Θεὸν εὐδοκιμήσαντος», συνεγράφη ὑπὸ Συμεῶνος τοῦ Μεταφραστοῦ, σῴζεται δὲ ἐν τῇ Μεγίστῃ Λαύρᾳ ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις. Οὗτος ἁπλοποιηθεὶς ὑπὸ τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου κατεχωρήθη ὑπ’ αὐτοῦ εἰς τὸ «Νέον Ἐκλόγιον» ἐξ οὖ μεταφέρεται ἐνταῦθα ἐλαφρῶς διασκευασθεὶς λεκτικῶς. Τὴν Ἀκολουθίαν αὐτοῦ συνεπλήρωσε, μετὰ δευτέρου Κανόνος, ὁ Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος ΙΩΣΗΦ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται.

Κήδευσιν εὑρὼν νεκρικὴν κρύπτῃ τάφῳ
Κηδευτὰ νεκροῦ τοῦ κενώσαντος τάφους.

 

Οἱ Ἅγιοι ΔΩΔΕΚΑ Μάρτυρες οἱ Ρωμαῖοι ξίφει τελειοῦνται.

Ρώμης παλαιᾶς δώδεκα βλαστούς, Λόγε,
Τραχηλοτμήτους Μάρτυρας δέξαι νέους.

 

Ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ τοῦ ἐν ΒΛΑΧΕΡΝΑΙΣ, ἔνθα ἀπόκειται ἡ ΑΓΙΑ ΣΟΡΟΣ καὶ προεόρτια τοῦ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ, ἤτοι ἡ ἀπὸ τοῦ βασιλικοῦ παλατίου ἐξέλευσις τοῦ Τιμίου Σταυροῦ εἰς τὴν Πόλιν.

Οἴκου προελθὼν Σταυρὸς τῶν Βασιλέων,
Οἴκοις ἑορτὰς προξενεῖ τοῖς ἐν πόλει.

Βλέπε σελ.18 τοῦ ἀνὰ χεῖρας Τόμου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὴν Ἀνακομιδὴν τοῦ λειψάνου τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου ΦΙΛΙΠΠΟΥ, ἑνὸς τῆς πρώτης χορείας τῶν Δώδεκα, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου Σκήνους αὐτοῦ ἐν τῇ νήσῳ Κύπρῳ.

Εἰ νεκρὸν Ἀπόστολον ἡ Κύπρος δέχῃ,
Ἀλλ’ ὥσπερ ἐκ ζῶντός τε εἴληφας χάριν.
Σὺν κάρᾳ ὀστᾶ Φιλίππου ἔχει Κύπρος,
Σφραγῖσιν ἀνάκτων τε κεκυρωμένα,
Καύχημά τε μέγιστον πέλοντα Κύπρου,
Καὶ ἰατρεῖον παντοίων νοσημάτων,
Ὄλβιον ἐν Κύπρῳ Φιλίπποιο σῶμα κομίσθη.

Ἕτεροι στίχοι εἰς τὴν Ἁγίαν Κάραν·

Τὴν πανσέβαστον σὴν κάραν ἔχει Κύπρος,
Φίλιππε θεῖον θησαύρισμα Παμμάκαρ·
Πνεῦμα μὲν πόλοιο πνεύματα τέρπονται, Κύπρος δὲ Κάραν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

 ΕΠΙΣΤΡΟΦΗ