Φεβρουαρίου Α’ (1η)

Τῇ Α’ (1ῃ) τοῦ μηνὸς ΦΕΒΡΟΥΑΡΙΟΥ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΤΡΥΦΩΝΟΣ καὶ Προεόρτια τῆς ΥΠΑΠΑΝΤΗΣ.

Σὺ δὲ Τρύφων τί; τὸ ξίφος θνῄσκω φθάσας·
Καιρὸς δὲ τὶς σοῦ τοῦ τέλους; νουμηνία
Ἐν Φεβρουαρίοιο Τρύφων πρὸ τομῆς θάνε πρώτῃ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΠΕΤΡΟΥ τοῦ ἐν Γαλατίᾳ.

Ἤσκει τελευτῆς Πέτρος ἄχρι Γαλάτης,
Λόγοις ἀλειφθεὶς Παύλου τοῖς πρὸς Γαλάτας [1].

Τὸν Βίον αὐτοῦ συνέγραψεν ὁ Κύρου Θεοδώρητος ἐν τῷ ἐνάτῳ ἀριθμῷ τῆς «Φιλοθέου Ἱστορίας», ἐξ ἧς ἐλήφθη καὶ τὸ ἐνταῦθα καταχωριζόμενον Συναξάριον αὐτοῦ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΒΕΝΔΙΜΙΑΝΟΥ, τοῦ ἐν τῷ Βουνῷ τοῦ Ἁγίου Αὐξεντίου ἀσκήσαντος.

Βενδιμιανὸς δένδρον ἀρετῆς μέγα,
Φυτευθὲν εἰς γῆν καὶ μεταχθὲν εἰς Πόλον.

Ἐν ἄλλοις γράφεται Βενδεδιανός.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Θεσσαλονίκης ὁρμωμένου ἐκ τῆς Ἀθηνῶν πόλεως.

Ὀρθῶς λαὸν σόν, Βασίλειε, ποιμάνας,
Ὄντως ἐβασίλευσας ἐκ τῶν πραγμάτων.

   

Ὁ Ἅγιος ΤΙΜΟΘΕΟΣ, ὁ Ὁμολογητής, ἐν εἰρήνῃ τελειοῦται.

Τιμόθεος μετέσχε τιμῆς τῆς ἄνω,
Μὴ προκρίνας τι τῆς Θεοῦ τιμῆς κάτω.

   

Ὁ Ἅγιος Μάρτυς ΘΕΪΩΝ, μετὰ δύο παίδων, ξίφει τελειοῦνται.

Θνῄσκουσι παισὶν εὐπροθύμως ἐκ ξίφους,
Ὅλη Θεΐων εἴπετο προθυμίᾳ.

   

Ὁ Ἅγιος Μάρτυς ΚΑΡΙΩΝ, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται.

Φωνῆς στερήσει, γλωττότμητος Καρίων,
Γλωσσῶν πλάνων ἔπαυσεν ὑθλοφωνίαν.

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΠΕΡΠΕΤΟΥΑΣ καὶ τῶν σὺν αὐτῇ ΣΑΤΥΡΟΥ, ΡΕΥΚΑΤΟΥ, ΣΑΤΟΡΝΙΛΟΥ, ΣΕΚΟΥΝΔΟΥ καὶ ΦΙΛΙΚΗΤΑΤΗΣ.

Τὴν τῶν σφαγέντων Περπέτουα πεντάδα,
Ἤμειψε συσφαγεῖσα πρὸς τὴν ἑξάδα.

ΠΕΡΠΕΤΟΥΑ ἡ Ἁγία Μάρτυς καὶ οἱ σὺν αὐτῇ Ἅγιοι Μάρτυρες, Σάτυρος, Ρευκᾶτος, Σατορνίλος, Σεκοῦνδος καὶ Φιλικητάτη, οἵτινες ἦσαν τότε νεανίσκοι κατηχούμενοι, κατήγοντο ἔκ τινος πόλεως τῆς Ἀφρικῆς, Θουβρίτανα ὀνομαζομένης, ἐκρατήθησαν δὲ ὡς Χριστιανοὶ ὑπὸ τῶν ἀπίστων καὶ ἐφέρθησαν πρὸς τὸν χιλίαρχον. Ἐπειδὴ δὲ αὐτοὶ ὅλοι ὡμολόγησαν παρρησίᾳ τὸν Χριστόν, κατὰ μὲν τῶν Ἁγίων Περπετούας καὶ Φιλικητάτης ἀφῆκαν μίαν ἀγρίαν δάμαλιν, ἡ ὁποία ὁρμήσασα κατ’ αὐτῶν τὰς ἐξέσχισεν, οἱ δὲ ἄλλοι τέσσαρες Μάρτυρες ἐθανατώθησαν διὰ μαχαιρῶν ὑπὸ τοῦ λαοῦ τῶν ἀπίστων καὶ οὕτως ἔλαβον ἅπαντες τοὺς στεφάνους τοῦ Μαρτυρίου.

   

Ὁ Ἅγιος Νεομάρτυς ΑΝΑΣΤΑΣΙΟΣ ὁ Ναυπλιώτης, ὁ ἐν Ναυπλίῳ μαρτυρήσας ἐν ἔτει ͵αχνε’ (1655), εἰς λεπτὰ τεμάχια τμηθεὶς τελειοῦται.

Ἀναστάσιος συγκοπεὶς σαρκὸς μέλη,
Ἄρτιος ἔσται ἐσχάτῃ Ἀναστάσει.

Εἰς τὸν Νεομάρτυρα τοῦτον Ἅγιον Ἀναστάσιον συνέγραψε πλήρη πανηγυρικὴν Ἀκολουθίαν ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ

  

Ὑποσημειώσεις

[1] Οἱ λόγοι τοῦ Παύλου, οὓς γράφει πρὸς Γαλάτας καὶ διὰ τῶν ὁποίων παρεκινήθη ὁ Ὅσιος οὗτος εἰς ἄσκησιν, ἴσως εἶναι οὗτοι· «Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς» (Γαλ. β’ 20) καὶ ἄλλα ὅμοια.