✥ Τῇ ΙΑ’ (11ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος ΕΥΠΛΟΥ τοῦ Διακόνου.
Ἐκ τῆς στολῆς μὲν σεπτὸς Εὖπλος Λευΐτης,
Ἐκ τῆς τομῆς δὲ στερρὸς ὄντως ὁπλίτης.
Πλήγη ἑνδεκάτῃ ξίφει Εὖπλος κοπήεντι.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ σεβασμίου καὶ περικαλλοῦς Οἴκου καὶ θείου Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ τῆς ΕΛΕΟΥΣΗΣ.
Πάντας ἐλεεῖς, ὦ Ἐλεοῦσα Κόρη,
Τοὺς τῷ σῷ Ναῷ εὐλαβῶς εἰσιόντας.
✥ Διήγησις περὶ τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
Οὐ θαῦμα βρύειν θαυμάτων πληθὺν ξένων,
Μορφὴν θεουδῆ θαυματεργάτου Λόγου.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΝΕΟΦΥΤΟΥ, ΖΗΝΩΝΟΣ, ΓΑΪΟΥ, ΜΑΡΚΟΥ, ΜΑΚΑΡΙΟΥ καὶ ΓΑΪΑΝΟΥ, διὰ πυρὸς τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ ἐξαέρῳ οἴκῳ τῶν Ἁγίων καὶ ἐνδόξων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ ἐν τοῖς Δαρείου.
Εἰς τὸν Νεόφυτον, Ζήνωνα καὶ Γάϊον·
Νεοφύτῳ Ζήνωνι καὶ τῷ Γᾳΐῳ,
Στρωμνή τις ἡ κάμινος, ἧς κεῖνται μέσον.
Εἰς τὸν Μάρκον, Μακάριον καὶ Γαϊανόν·
Ὤφθησαν ὀσμὴ θυμιαμάτων ξένη,
Τρεῖς ζωόκαυστοι μάρτυρες τῇ Τριάδι.
✥ Ὁ Ὅσιος ΠΑΣΣΑΡΙΩΝ ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Πασσαρίων πᾶσαν ἀρετὴν φέρων,
Πασῶν ἀμοιβὰς γῆς ἀποστὰς λαμβάνει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου ΝΗΦΩΝΟΣ, τοῦ ἐν τῇ κατὰ τὸν Ἄθω κονοβιακῇ Μονῇ τοῦ Ἁγίου Διονυσίου ἀσκήσαντος καὶ γενομένου Πατριάρχου Κωνσταντινουπόλεως, ἐν ἔτει ͵αυξ’ (1460) ἐν εἰρήνῃ τελειωθέντος.
Λιπὼν ὁ Νήφων τὴν κάτω προεδρείαν,
Χριστῷ παρέστη τῷ προέδρῳ τῶν ὅλων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τοῦ ἐν Κερκύρᾳ ὑπερφυοῦς κατὰ Ἀγαρηνῶν θαύματος τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΣΠΥΡΙΔΩΝΟΣ τοῦ θαυματουργοῦ.
Ἔρρηξε παῖδας στρατιᾶς ἀλλοφύλων,
Πόλιν τ’ ἔσωσε Κερκύρας ὁ προστάτης.
✥ Τῶν Ἁγίων Ὁσιομαρτύρων ΒΑΣΙΛΕΙΟΥ καὶ ΘΕΟΔΩΡΟΥ ἐν τῷ Σπηλαίῳ Ρώσων.