✥ Τῇ Β’ (2ᾳ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΚΙΝΔΥΝΟΥ, ΠΗΓΑΣΙΟΥ, ΑΦΘΟΝΙΟΥ, ΕΛΠΙΔΗΦΟΡΟΥ καὶ ΑΝΕΜΠΟΔΙΣΤΟΥ.
Ἀκίνδυνον πῦρ, τῶν δὲ λοιπῶν τεσσάρων,
Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος,
Δευτέρῃ Ἀφθονίῳ καὶ τέτρασι πῦρ ἆορ ἆθλος.
✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι ΜΑΡΤΥΡΕΣ, οἱ ἀπὸ τῆς συγκλήτου βουλῆς, ξίφει τελειοῦνται.
Συγκλητικοὶ ποθοῦντες ἄφθαρτον γέρας,
Συγκλητικοὶ τμηθέντες ἀρνοῦνται γέρα.
ΣΤΡΑΤΙΩΤΑΙ ὄντες οὗτοι οἱ Ἅγιοι Μάρτυρες ἦσαν εἰς τὴν Σεβάστειαν κατὰ τοὺς χρόνους Λικινίου τοῦ βασιλέως ἐν ἔτει τιε’ (315) ἐξετασθέντες δὲ ἀπὸ τὸν Αὐξάνιον ἄρχοντα τῆς Σεβαστείας, καὶ ἀπὸ τὸν Μάρκελλον δοῦκα καὶ ἀπὸ τὸν Μάρκον Ἀγρικόλαον, ἐτιμωρήθησαν μὲ διαφόρους βασάνους. Τελευταῖον δὲ ἐρρίφθησαν εἰς τὸ πῦρ καὶ οὕτω παρέδωκαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ καὶ ἔλαβον τοὺς στεφάνους τοῦ Μαρτυρίου.
✥ Τῇ αὐτῇ ἡμέρα μνήμη τῶν Ἁγίων Μαρτύρων ΕΥΔΟΞΙΟΥ, ΑΓΑΠΙΟΥ καὶ ἑτέρων ὀκτώ.
Τὸ πῦρ ἀριστεῖς καρτερήσαντες δέκα,
Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα.
ΕΥΔΟΞΙΟΣ, ΑΓΑΠΙΟΣ καὶ οἱ σὺν αὐτοῖς Ἅγιοι Μάρτυρες ἦσαν στρατιῶται εἰς τὴν πόλιν Σεβάστειαν κατὰ τοὺς χρόνους τοῦ βασιλέως Λικινίου· ἐξετασθέντες δὲ ἀπὸ τὸν ἄρχοντα τῆς Σεβαστείας, Αὐξάνιον ὀνόματι καὶ ἀτὸ τὸν δοῦκα Μάρκελλον καὶ ἀπὸ τὸν Μάρκον Ἀγρικόλαον, ἐτιμωρήθησαν μὲ διαφόρους βασάνους. Τελευταῖον δὲ ἐρρίφθησαν εἰς τὸ πῦρ, καὶ οὕτω παρέδωκαν τὰν ψυχάς των εἰς χεῖρας Θεοῦ, λαβόντες παρ’ αὐτοῦ τοὺς στεφάνους τοῦ Μαρτυρίου.
✥ Αἱ Ἅγιαι Μάρτυρες ΚΥΡΙΑΚΗ, ΔΟΜΝΙΝΑ καὶ ΔΟΜΝΑ ξίφει τελειοῦνται.
Κυριακή, Δομνῖνα καὶ σεπτὴ Δόμνα,
Ὡς σεπτὸν αἱ τρεῖς ἐκ ξίφους εὗρον τέλος.
✥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΜΑΡΚΙΑΝΟΥ τοῦ ἐν τῇ Κύρῳ.
Χοῦς, Μαρκιανέ, τυγχάνων εἰς χοῦν λύῃ,
Τὸ δόγμα τοῦ πλάσαντος οὐκ ἔχων λύειν.