✥ Τῇ ΚΑ’ (21ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΙΟΥΛΙΑΝΟΥ τοῦ ἐν Κιλικίᾳ.
Φέρων τι χρῆμα σάκκος ἄξιον πόλου,
Ἰουλιανόν, βάλλεται πόντου μέσον.
Σάκκῳ Ἰουλιανὸς βυθὸν εἰσέδυ εἰκάδι πρώτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΙΟΥΛΙΑΝΟΥ τοῦ Αἰγυπτίου ἢ Λίβυος.
Ἰουλιανοῦ πᾶσα μακρὰν ὠχρία.
Μᾶλλον γὰρ εὔχρουν εἶχεν αὐτὸν ἡ σπάθη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν συμμαρτυρησάντων τῷ ἁγίῳ Ἰουλιανῷ ΑΝΤΩΝΙΟΥ πρεσβυτέρου, ΑΝΑΣΤΑΣΙΟΥ τοῦ ἐκ νεκρῶν ἀναστάντος, ΚΕΛΣΙΟΥ, ΒΑΣΙΛΙΣΣΗΣ τῆς μητρὸς αὐτοῦ, ΕΙΚΟΣΙ δεσμοφυλάκων, καὶ τῶν ΕΠΤΑ ἀδελφῶν, πάντων τῷ διὰ ξίφους θανάτῳ τελειωθέντων.
Εἰς τὸν Ἀντώνιον·
Κτείνας τὸν Ἀντώνιον ὁ σπαθηφόρος,
Ἄκων ἑκόντα δεικνύει νικηφόρον.
Εἰς τὸν Ἀναστάσιον·
Τί τῶν μελῶν πέπονθεν Ἀναστασίου;
Ἐμοῦ λέγεις; τράχηλος, ἐκκοπεὶς ξίφει.
Εἰς τὸν Κέλσιον καὶ τὴν Μητέρα αὐτοῦ·
Δίδωσι Μητρὶ Κέλσιος Βασιλίσσῃ,
Καλὰ τροφεῖα, συνθανὼν αὐτῇ ξίφει.
Εἰς τοὺς Εἴκοσι δεσμοφύλακας·
Εὔτολμος εἰκὰς δεσμοφρουρούντων μία,
Χριστοφρονούντων ἐκ ξίφους ὤφθη μέρος.
Εἰς τοὺς Ἑπτὰ ἀδελφούς·
Αἰῶνας ἐκτυποῦντες ἑπτὰ τοῦ βίου,
Λείπουσιν ἑπτὰ σύγγονοι βίον ξίφει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΦΡΟΔΙΣΙΟΥ.
Τῆς Ἀφροδίτης τῷ ξοάνῳ μὴ θύων,
Ἀφροδίσιος θανατοῦται τῷ ξίφει.
✥ Ὁ Ἅγιος ΤΕΡΕΝΤΙΟΣ Ἐπίσκοπος Ἰκονίου ἀκάνθαις κατακεντηθεὶς τελειοῦται.
Γῆς Τερέντιος τὴν ἀρὰν γενναιόφρων,
Τέλους ἀφορμὴν εὗρεν εὐλογημένην.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΝΙΚΗΤΑΣ ὁ Νισύριος, ὁ ἐν τῇ Χίῳ μαρτυρήσας κατὰ τὸ ἔτος 1732 ξίφει τελειοῦται.
Τμηθείς, Νικήτα, τὸν σὸν αὐχένα ξίφει,
Τέτμηκας ἐχθροῦ τὰς πανουργίας πάσας.