Δεκεμβρίου Ι’ (10η)

Τῇ Ι’ (10ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΜΗΝΑ τοῦ Καλλικελάδου, ΕΡΜΟΓΕΝΟΥΣ καὶ ΕΥΓΡΑΦΟΥ.

Εἰς τὸν Μηνᾶν.

Τμηθεὶς ὁ Μηνᾶς, κἂν κελαδεῖν οὐκ ἔχει,
Φιμοῖ κελαδοῦν δυσσεβείας τὸ στόμα.

Εἰς τὸν Ἑρμονένη·

Τὴν δυσσέβειαν ἐκπτύσας Ἑρμογένης,
Ὑπῆρξε Μάρτυς εὐσεβείας ἐκ ξίφους.

Εἰς τὸν Εὔγραφον·

Τὰς ἐκ μαχαίρας, Εὔγραφε, τρώσεις φέρων,
Ὀξὺς Θεοῦ κάλαμος ὤφθης εὖ γράφων.
Εὐκέλαδος δεκάτῃ Μηνᾶς ξίφει αὐχένα δῶκεν.

Τὸ Ἑλληνικὸν αὐτῶν Μαρτύριον συνέγραψεν ὁ Μεταφραστὴς Συμεών, οὗ ἡ ἀρχή· «Μετὰ τὴν ἐπὶ γῆς τοῦ Σωτῆρος»· (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Τοῦτο μετενεγκὼν εἰς τὴν ἁπλῆν Ἑλληνικὴν ὁ Ἱερὸς Ἀγάπιος ὁ Κρής, συμπεριέλαβεν εἰς τὸν «Παράδεισον», ἐξ οὗ παραληφθὲν ὑφ’ ἡμῶν καταχωρίζεται ἐνταῦθα διεσκευασμένον κατὰ τὴν φράσιν. Ἐν τῇ Μονῇ τῶν Ἰβήρων σῴζεται καὶ λόγος τοῦ Ἁγίου Ἀθανασίου πρὸς τοὺς αὐτοὺς Μάρτυρας, οὗ ἡ ἀρχή· «Τῆς τοῦ Χριστοῦ Χάριτος αὐξανομένης».

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΓΕΜΕΛΛΟΥ τοῦ Πολυάθλου.

Ὑπὲρ Θεοῦ Γέμελλος Ἐσταυρωμένου,
Τὴν ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΘΩΜΑ τοῦ Δεφουρκινοῦ.

Θωμᾶς Θεὸν θεὶς ἀρραγεστάτην βάσιν,
Κρείττων πέφηνε μηχανῆς τῶν δαιμόνων.

Τὸν Βίον τοῦ Ἁγίου συντεταγμένον εἰς τὴν ἀρχαίαν Ἑλληνικὴν μετήνεγκεν ἐν περιλήψει εἰς τὴν ἁπλῆν Ἑλληνικὴν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης, συμπεριέλαβε δὲ τοῦτον εἰς τὸν Συναξαριστὴν αὐτοῦ, ἐξ οὗ παραληφεὶς ὑφ’ ἡμῶν παρατίθεται ἐνταῦθα ἐλαφρῶς διεσκευασμένος κατὰ τὴν φράσιν. Τὸν κατὰ πλάτος Βίον αὐτοῦ εἰς τὴν ἀρχαίαν Ἑλληνικὴν ἐξέδωκεν ἄρτι τύποις τὸ Syn. Eccl. Const. εἰς τὰ Synaxaria Selecta (σελ. 293-298).

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Ἱερομάρτυς ΘΕΟΤΕΚΝΟΣ ξίφει τελειοῦται.

Ὁ Θεότεκνος, οἷα τοῦ Θεοῦ τέκνον,
Θνῄσκει προθύμως τοῦ Πατρὸς χάριν ξίφει.

 

Ὁ Ἅγιος Μάρτυς ΜΑΡΙΑΝΟΣ λιθοβοληθεὶς τελειοῦται.

Ὁ Μαριανὸς συντριβεὶς κάραν λίθῳ,
Θείῳ νοητῶς στέφεται ταύτην στέφει.

 

Ὁ Ἅγιος Μάρτυς ΕΥΓΕΝΙΟΣ ξύλοις τυπτόμενος τελειοῦται.

Ὥσπερ συνεστὼς Εὐγένιος ἐκ ξύλου,
Πάσχων ξύλοις ὑπῆρχε πρὸς ξύλα ξύλον.

  

ΕΠΙΣΤΡΟΦΗ