✥ Τῇ ΚΔ’ (24ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΚΛΗΜΕΝΤΟΣ Ἐπισκόπου Ρώμης.
Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ
Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην.
Ὁ κατὰ πλάτος Βίος αὐτοῦ Ἑλληνιστὶ συγγεγραμμένος σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, οὗ ἡ ἀρχή· «Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ Ἐπισκόπῳ». Ἐξεδόθη δὲ οὗτος ἐσχάτως καὶ ὑπὸ τῆς «Ἀποστολικῆ Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος», ὃν βλέπε ἐν τῇ ὑπὸ ταύτης ἐκδιδομένη «Βιβλιοθήκῃ τῶν Ἑλλήνων Πατέρων καὶ Ἐκκλησιαστικῶν Συγγραφέων», τόμος πρῶτος «Κλήμης ὁ Ρώμης» σελὶς 233. Εἰς τὴν ἁπλῆν Ἑλληνικὴν μετηνέχθη ὑπὸ Ἀγαπίου τοῦ Κρητὸς καὶ ἐδημοσιεύθη εἰς τὸ ὑπ’ αὐτοῦ ἐκδοθὲν «Ἐκλόγιον». Ἐνταῦθα καταχωρίζεται διασκευασθεὶς ἐπὶ τὸ συνοπτικώτερον ἐπὶ τῇ βάσει τῶν Συναξαρίων διὰ τὴν γνωστὴν κατὰ τῶν Κλημεντίων, ἐξ ὧν προέρχεται ὁ ὡς ἄνω Βίος, ἀντίρρησιν. Βλέπε περὶ τούτων καὶ ἐν σελίδι 7 τοῦ ὡς ἄνω πρώτου τόμου «Κλήμης ὁ Ρώμης» τῆς ὑπὸ τῆς «Ἀποστολικῆς Διακονίας», ἐκδιδομένης «Βιβλιοθήκης τῶν Ἑλλήνων Πατέρων».
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΠΕΤΡΟΥ Ἀλεξανδρείας.
Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος,
Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην.
Τὸν Βίον τούτου Ἑλληνιστὶ συνέγραψεν ὁ Μεταφραστὴς Συμεών, οὗ ἡ ἀρχή· «Εἶχε μὲν ἡ ἐπιφανὴς Νικομήδεια» (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Τοῦτον μεταγλωττίσας εἰς τὴν ἁπλῆν Ἀγάπιος ὁ Κρὴς συμπεριέλαβεν εἰς τὸ «Ἐκλόγιον», ἐξ οὗ παραληφθεὶς καταχωρίζεται ἐνταῦθα διασκευασθεὶς κατὰ τὴν φράσιν. Τοῦ Ἁγίου τούτου Ἱερομάρτυρος Πέτρου Ἀλεξανδρείας σῴζονται ἐν τῷ «Πηδαλίῳ» ΙΕʹ (15) Κανόνες πραγματευόμενοι κυρίως περὶ τοῦ τρόπου ἀποδοχῆς ἐν τῇ Ἐκκλησίᾳ τῶν ἕνεκα τῶν διωγμῶν ἐκπεσόντων καὶ μετανοησάντων Χριστιανῶν. Τούτους ἐξέδωκεν ὁ Ἅγιος ἕνεκεν τῆς προκληθείσης ἐν τῇ Ἐκκλησίᾳ ἀναταραχῆς ὑπὸ τοῦ Μελετίου, περὶ οὗ βλέπε ἐν τῇ ὑποσημειώσει τῆς σελ. 586. Οἱ Κανόνες τοῦ Ἁγίου τούτου Πέτρου ἐπεκυρώθησαν ὑπὸ τοῦ βʹ Κανόνος τῆς Ἁγίας Ϛʹ Οἰκουμενικῆς Συνόδου καὶ ἄλλων.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Ὁ Ἅγιος ΜΑΛΧΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες,
Ψυχὴν ἀπάξαι, Μάλχε, τὴν σὴν Κυρίῳ.
✥ Ὁ Ὅσιος ΚΑΡΙΩΝ ἐν εἰρήνῃ τελειοῦται.
Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάρον,
Ἤσκησε νῷ νήφοντι μέχρι καὶ τέλους.
Ὁ Ὅσιος οὑτος Καρίων εἶναι κατὰ σάρκα καὶ πνεῦμα πατὴρ τοῦ κεχαριτωμένου ἐκείνου τέκνου Ὁσίου Ζαχαρίου τοῦ κατὰ τὴν εἰκοστὴν τετάρτην τοῦ Μαρτίου ἑορταζομένου (βλέπε εἰς Τόμον Γʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»). Περὶ τούτου τοῦ Καρίωνος γράφεται εἰς τὸν «Εὐεργετινόν» ὅτι εἶπε τὸ ἀπόφθεγμα τοῦτο· «Ἄνθρωπος μένων μετὰ παιδός, εἰ μὲν δὲν εἶναι δυνατός, ἔρχεται κάτω καὶ βλάπτεται, εἰ δὲ καὶ εἰναι δυνατός, ἂν καὶ δὲν ἔρχεται κάτω, ἤτοι δὲν βλάπτεται, ὅμως εἰς ἀνώτερον μέτρον ἀρετῆς δὲν προκόπτει» («Εὐεργετινός», ἡμετέρα ἔκδοσις, βιβλ. Bʹ, ὑπόθ. ΚΘʹ, ἀπόφθ. ΙΒʹ, § 11).
✥ Ὁ Ἅγιος ΕΡΜΟΓΕΝΗΣ Ἐπίσκοπος Ἀκραγαντίνων ἐν εἰρήνῃ τελειοῦται.
Ἀπάρας, Ἑρμόγενες, ἀνθρώπων γένους,
Κατῄσχυνας φρύαγμα δαιμόνων γένους.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΦΙΛΟΥΜΕΝΟΣ καὶ ΧΡΙΣΤΟΦΟΡΟΣ ξίφει τελειοῦνται.
Φιλούμενον τέμνουσι καὶ Χριστοφόρον,
Αὐτοῦ φανέντας πράγματι Χριστοῦ φίλους.
✥ Ὁ Ἅγιος Μάρτυς ΕΥΓΕΝΙΟΣ ἐν ὀπῇ τείχους βληθείς, τῆς εἰσόδου πηλῷ ἐμφραγείσης, τελειοῦται.
Μάτην ὀπὴ ὡς κλεῖθρα τὸν πηλὸν φέρεις,
Εὐγενίῳ γὰρ πρὸς Θεὸν τρίβος γίνῃ.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΠΡΟΚΟΠΙΟΣ καὶ ΧΡΙΣΤΟΦΟΡΟΣ ξίφει τελειοῦνται.
Ὁ Προκόπιος ὡς ἐγώ, Χριστοφόρε,
Θεοῦ καὶ σύ, φησιν, εἰς τομὴν τὸν αὐχένα.
✥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΛΕΞΑΝΔΡΟΥ τοῦ ἐν Κορίνθῳ καὶ τοῦ Ὁσίου πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ τοῦ ἐν τῇ Χρυσῇ Πέτρᾳ ἀσκήσαντος, ὃς ὥρμητο ἐκ τῶν τῆς Ἀνατολῆς μερῶν, καὶ ἐλθὼν κατῴκησεν ἐν τῇ ρηθείσῃ Πέτρᾳ.
Εἰς τὸν Ἀλέξανδρον·
Ἤθλησεν Ἀλέξανδρος εὐσεβοφρόνως,
Σαφῶς παριστῶν, πῶς φιλεῖν Χριστὸν πρέπει.
Εἰς τὸν Γρηγόριον·
Ἐξ Ἀσίας φύς, Γρηγόριε, πατρίδος,
Ταῖς ἀρεταῖς ἔλαμψας ἡλίου δίκην.
✥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος ΧΡΥΣΟΓΟΝΟΥ καὶ τοῦ Ὁσίου ΜΑΡΚΟΥ τοῦ Τριγλινοῦ.
Εἰς τὸν Χρυσόγονον·
Ὁ Χρυσόγονος ἐμφανῶς χρυσοῦς γόνος
Θεοῦ Πατρὸς πέφηνε τμηθεὶς ἐκ ξίφους.
Εἰς τὸν Μάρκον·
Προσχὼν ὁ Μάρκος ἀκλινῶς Θεῷ Λόγῳ
Τρανῶς μεταστὰς καὶ συνὼν αὐτὸν βλέπει.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ ἐν Ἀντιοχείᾳ.
Δῶρον Θεοῦ τέμνουσι, μάκαρ, σὲ ξίφει,
Δῶρον Θεῷ φέροντα αἷμα τραχήλου.
Τὸ Συναξάριον τοῦτο αὐτολεξεὶ ἐλήφθη ἀπὸ τὸ δέκατον κεφάλαιον τοῦ τρίτου βιβλίου τῆς «Ἐκκλησιαστικῆς Ἱστορίας» τοῦ Θεοδωρήτου, ἐξ οὗ καὶ ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης ἀνεπλήρωσε τὰ ἐλλείποντα εἰς τὸν Συναξαριστήν.
ΣΥΝΑΞΑΡΙΟΝ
✥ Τοῦ Ἁγίου Μάρτυρος ΜΕΡΚΟΥΡΙΟΥ τοῦ ἐν Σμολένσκῃ Ρώσου.
ΕΠΙΣΤΡΟΦΗ