✥ Τῇ ΙΖ’ (17ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη της Ἁγίας καὶ καλλινίκου Μάρτυρος ΜΑΡΙΝΗΣ.
Χεὶρ δημίου τέμνει σε, Μαρῖνα, ξίφει,
Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει,
Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δηροτομήθη.
Ὁ ἑλληνικὸς Βίος τῆς Ἁγίας, οὗ ἡ ἀρχή· «Οὐδὲν οὕτως ἡδύνει καὶ καθιλαρύνει ψυχήν», σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἐν τῇ Ἱερᾷ Μονῆ τῶν Ἰβήρων. Οὗτος ἁπλοποιηθεὶς κατεχωρίσθη τὸ πρῶτον ὑπὸ Ἀγαπίου τοῦ Κρητὸς εἰς τὴν «Καλοκαιρινήν», ἐξ ἧς διασκευασθεὶς λεκτικῶς μεταφέρεται ἐνταῦθα. Ἐν τῇ αὐτῇ Λαύρᾳ σῴζεται καὶ ἄλλο Μαρτύριον αὐτῆς, οὗ ἡ ἀρχή· «Ἡ τῆς Ἀναστάσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις». Λόγον δὲ ἑλληνικὸν εἰς τὴν Ἁγίαν Μαρῖναν ἔχει Γρηγόριος Πατριάρχης Κωνσταντινουπόλεως ὁ Κύπριος, οὗ ἡ ἀρχή· «Καὶ τὴν Ἐκκλησίαν ἄρα ἧς ὁ Χριστὸς κεφαλὴ» σῳζόμενον ἐν τῇ Μεγίστῃ Λαύρᾳ καὶ ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Παντοκράτορος.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΣΠΕΡΑΤΟΥ καὶ ΒΕΡΟΝΙΚΗΣ.
Σοῖς αἵμασι, Σπεράτε, τοῖς ἐξ αὐχένος,
Αἷμα τραχήλου μιγνύει Βερονίκη.
✥ Ὁ Ἅγιος ΕΥΦΡΑΣΙΟΣ Ἐπίσκοπος Ἰωνοπόλεως ἐν εἰρήνῃ τελειοῦται.
Εὐφράνας, Εὐφράσιε, τοῖς ἔργοις Λόγον,
Χαίρων πορεύου τὴν πρὸς Οὐρανὸν τρίβον.