Δεκεμβρίου Ζ’ (7η)

Τῇ Ζ’ (7ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΑΜΒΡΟΣΙΟΥ Ἐπισκόπου Μεδιολάνων.

Τὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον,
Θείας μετέσχεν ἀμβροσίας ἀξίως.
Ἑβδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας [1].

Ὁ Βίος τοῦ Ἁγίου Ἀμβροσίου ἐγράφη τὸ πρῶτον περὶ τὸ ἔτος 422 ὑπὸ τοῦ γραμματέως του Παυλίνου, εὕρηται δὲ ἐν τῇ Λατινικῇ Πατρολογίᾳ τοῦ Ἀββᾶ Migne (τόμ. 14ος στ. 27-46). Οὗτος μετηνέχθη εἰς τὴν ἑλληνικὴν ὑπὸ Ἀθ. Παπαδοπούλου-Κεραμέως καὶ ἐδημοσιεύθη εἰς τὰ Ἀνάλεκτα Ἱεροσολ. Σταχυολ., Τόμ. Αʹ σελ. 27-88. Ἑλληνιστὶ συνέγραψε τὸν Βίον τοῦ Ἁγίου ὁ Μεταφραστὴς Συμεών, ἔστι δὲ αὐτοῦ ἡ ἀρχή· «Οὐαλεντιανὸς μετὰ τὴν τελευτὴν Ἰοβιανοῦ» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις), ἔχει δὲ καὶ οὗτος τύποις ἐκδοθῆ ἐν τῇ αὐτῇ Πατρολογία τοῦ Ἀββᾶ Migne (τόμ. 14ος στ. 47-65). Τὸν ὑπὸ Συμεῶνος τοῦ Μεταφραστοῦ Βίον τοῦ Ἁγίου Ἀμβροσίου ἀπέδωσεν εἰς τὴν ἁπλῆν Ἑλληνικὴν καὶ τύποις ἐξέδωκεν ὁ ἱερὸς Ἀγάπιος ὁ Κρὴς ἐν τῷ «Παραδείσῳ» ἐξ οὗ παραληφθεὶς ὑφ’ ἡμῶν παρατίθεται ἐνταῦθα διεσκευασμένος κατὰ τὴν φράσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΘΗΝΟΔΩΡΟΥ.

Χαίρων Ἀθηνόδωρος εἰ τμηθεὶς ξίφει,
Ἀφηρέθη τὸ πνεῦμα καὶ πρὸ τοῦ ξίφους.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΝΕΟΦΥΤΟΣ, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται.

Θανὼν ὁ Νεόφυτος ὑδάτων μέσον
Παρ’ ὑδάτων ζῇ μυστικῶν διεξόδους.

 

Ὁ Ἅγιος Μάρτυς ΔΟΜΕΤΙΟΣ ξίφει τελειοῦται.

Δός, Δομέτιε χριστομάρτυς, καὶ λάβε·
Δὸς τὴν κεφαλὴν καὶ λάβε στέφος μέγα.

 

Οἱ Ἅγιοι Μάρτυρες ΙΣΙΔΩΡΟΣ, ΑΚΕΨΙΜΑΣ καὶ ΛΕΩΝ πυρὶ τελειοῦνται.

Διττοῖς συνάθλοις, Ἰσίδωρε, συμφλέγου,
Ἴσων γὰρ αὐτοῖς δωρεῶν Θεοῦ τύχῃς.

 

Ὁ Ὅσιος ΑΜΜΟΥΝ ὁ τῆς Νιτρίας ἐν εἰρήνῃ τελειοῦται.

Ἀμμοὺν πατρὸς κατεῖδε Νιτρία τρία,
Κόσμου φυγήν, ἄσκησιν, ἔξοδον βίου.

Οὗτος ὁ Ὅσιος Ἀμμοὺν φαίνεται νὰ εἶνα ὁ ἴδιος ἐκεῖνος, ὅστις ἑορτάζεται κατὰ τὴν δʹ (4ην) Ὀκτωβρίου (βλέπε ἐν τόμῳ Ιʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας»).

 

Οἱ Ἅγιοι Μάρτυρες ΓΑΪΟΣ καὶ ΓΑΪΝΟΣ πυρὶ τελειοῦνται.

Ἂν καὶ καμίνου, Γάϊε, βληθῇς μέσον,
Σοῦ Γαϊανός, οὐκ ἀφέξομαι, λέγει.

 

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι ΤΡΙΑΚΟΣΙΟΙ ΜΑΡΤΥΡΕΣ, οἱ ἐν Ἀφρικῇ, ξίφει τελειοῦνται.

Δόξης ὑπὲρ σῆς, ὦ Τριάς, τετμημένην,
Διπλοτριπλῆν δέχου με ἑξηκοντάδα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ ἐν τῷ Ναῷ ὑμνοῦντες τὸν Θεὸν ΟΡΘΟΔΟΞΟΙ πυρὶ τελειοῦνται.

Ὄντως Ναὸς πέφηνε, τοῦ Ναοῦ μέσον,
Καυθὲν τὸ πλῆθος τοῦτο, δι’ ὀρθὸν σέβας.

 

Οἱ Ἅγιοι ΔΥΟ ΙΕΡΕΙΣ πρισθέντες τελειοῦνται.

Καὶ Ἱερεῖς πρισθῆναι σπουδαίως δύο,
Εἵλοντο μᾶλλον ἢ λιπεῖν τὸ σφῶν σέβας.

 

Οἱ Ἅγιοι ΕΞΗΚΟΝΤΑ ΙΕΡΕΙΣ, οἵπερ τμηθέντες τὰς γλώσσας, πάλιν ἐλάλουν.

Δεκὰς ἄγλωττος ἑξαπλῆ λαλεῖν πάλιν,
Τρανοῦσα πᾶσι τὴν ἀλήθειαν ξένως.

 

Ἡ ἐν τῇ Ρώμῃ ΟΡΘΟΔΟΞΟΣ ΓΥΝΗ πυρὶ τελειοῦται.

Μισοῦσα γυνὴ δόγμα τῶν κακοφρόνων,
Ξένην ὑπέστη καῦσιν· ὤ τῆς ἀνδρείας!

 

Ὁ Ὅσιος ΙΓΝΑΤΙΟΣ, ὁ πλησίον τῶν Βλαχερνῶν κείμενος, ἐν εἰρήνῃ τελειοῦται.

Πλήρης ἀπῆλθες πράξεων χρηστῶν, Πάτερ,
Ἐκ τοῦ ματαίου καὶ κακῶν πλήρους βίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΠΑΥΛΟΥ Μοναχοῦ τοῦ Ὑποτακτικοῦ.

Σπεύδων ὁ Παῦλος τοὺς ἅπαντας λανθάνειν,
Ἔλαμψε μᾶλλον ἢ τὸ φῶς πανταχόσε.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΠΡΙΣΚΟΣ λιμῷ τελειοῦται.

Λιμῷ θανόντα Πρίσκον ἄρτου γηΐνου,
Ὁ Χριστὸς ἄρτον ψωμιεῖ τῶν Ἀγγέλων.

 

Ὁ Ἅγιος Μάρτυς ΜΑΡΤΙΝΟΣ πελέκει κατακοπεὶς τελειοῦται.

Πελέκει συγκόπτουσι Μαρτίνου κρέα,
Κρεῶν μακέλλαις δυσσεβεῖς ἀνθρωπίνων.

 

Ὁ Ἅγιος Μάρτυς ΝΙΚΟΛΑΟΣ πυρὶ τελειοῦται.

Ἐξῆλθε δόγμα δαίμοσι πλάνης θύειν,
Οἷς, Νικόλαε, μὴ θύων εἰς πῦρ θύῃ.

 

Τὰ Ἐγκαίνια τῆς ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ἐν τοῖς Κουράτορος.

 

Ὁ Ὅσιος καὶ Ἡσυχαστὴς ΓΡΗΓΟΡΙΟΣ, ὁ κτίτωρ τῆς ἐν τῷ Ἄθῳ Ἱερᾶς Μονῆς τοῦ Ἁγίου Νικολάου, ἐν εἰρήνῃ τελειοῦται.

Κτίτωρ Μονῆς σὺ Νικολάου ὡράθης,
Ὅθεν κατοικεῖς ἐν Μοναῖς ταῖς τοῦ Πόλου.

Ἱερὰ Μονὴ τοῦ Ἁγίου Νικολάου ἐν τῷ Ἄθῳ εἶναι ἡ σήμερον καλουμένη τοῦ Γρηγορίου ἐκ τοῦ ὀνόματος τοῦ κτίτορος αὐτῆς. Ἐπ’ ὀνόματι τοῦ Ἁγίου Νικολάου τιμᾶται τὸ Καθολικὸν τῆς Μονῆς..

 

Τοῦ Ὁσίου ΙΩΑΝΝΟΥ τοῦ Νηστευτοῦ τοῦ ἐν τῷ Σπηλαίῳ Ρώσου.

   

ΕΠΙΣΤΡΟΦΗ

    

Ὑποσημειώσεις

[1] Ἤτοι ἦλθεν εἰς τὸ ἀθάνατον ἔδαφος.