Συναξάριον τοῦ Μηναίου εἶτα τὸ παρόν·
✥ Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ ΠΑΝΑΓΙΟΝ καὶ ζωοποιὸν καὶ παντοδύναμον ΠΝΕΥΜΑ ἑορτάζομεν, τὸ τρίτον πρόσωπον τῆς ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ, τὸ ὁμότιμον καὶ ὁμοούσιον καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.
Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου,
Δι’ οὗ πονηρῶν πνευμάτων φροῦδα θράση.
Κατὰ τὴν σήμερον ἡμέραν, Δευτέραν μετὰ τὴν Πεντηκοστήν, τὴν μνήμην κυρίως τοῦ τρίτου προσώπου τῆς παναγίας καὶ ὁμοουσίου καὶ ἀδιαιρέτου Τριάδος παρελάβομεν ἐπιτελεῖσθαι. Ἐν ταὐτῷ δὲ καὶ τὴν τῶν τριῶν προσώπων Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου λατρευτικὴν τιμὴν καὶ προσκύνησιν πρεπόντως κατὰ τὴν σήμερον παρελάβομεν ἀπονέμεσθαι, διὸ καὶ κατὰ τὴν σήμερον οἱ ἁπανταχοῦ τῆς γῆς ἐπ’ ὀνόματι τῆς Παναγίας Τριάδος τιμώμενοι Ναοί πανηγυρίζουσιν.
Λόγος περὶ τοῦ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. Ὅτι τὸ Πνεῦμα ὅπερ ἐφάνη εἰς τοὺς Ἀποστόλους δὲν ἦτο ἡ ὑπόστασις τοῦ Πνεύματος, ἀλλ’ ἡ Χάρις τῶν τριῶν Προσώπων, καὶ ὅτι ἄλλο χάρις καὶ ἄλλο ὑπόστασις. Ἐκ τῆς Εὐαγγελικῆς Σάλπιγγος Μακαρίου τοῦ ἐν Πάτμῳ, διεσκευασμένος.