✥ Τῇ ΚΔ’ (24ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν ΞΕΝΗΣ καὶ τῶν δύο αὐτῆς θεραπαινίδων.
Εἰς τὴν Ὁσίαν Ξένην·
Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη,
οὗ ζῶσα καὶ πρὶν ὡς ἀληθῶς ἧν ξένη.
Εἰς τὰς δύο θεραπαινίδας·
Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες,
οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι,
Οὐρανοῦ εἰς ξενίην εἰκάδι Ξένη ἦλθε ἠδὲ τετάρτῃ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΠΑΥΛΟΥ, ΠΑΥΣΙΡΙΟΥ καὶ ΘΕΟΔΟΤΙΩΝΟΣ, τῶν αὐταδέλφων.
Εἰς τὸν Παῦλον καὶ Παυσίριον·
Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους,
Ποτάμιος ροῦς καὶ συνάθλους δεικνύει.
Εἰς τὸν Θεοδοτίωνα·
Ἰδοὺ τράχηλος, ἐλθέτω δὴ τὸ ξίφος,
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.
ΠΑΥΛΟΣ, ΠΑΥΣΙΡΙΟΣ καὶ ΘΕΟΔΟΤΙΩΝ οἱ Ἅγιοι Μάρτυρες ὑπῆρξαν κατὰ τοὺς χρόνους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, Ἀρειανοῦ ἡγεμονεύοντος εἰς Κλεοπατρίδα, τὴν ἐν Αἰγύπτῳ εὑρισκομένην (τὴν νῦν Σουέζ), ἐν ἔτει σϟ’ (290), ἦσαν δὲ καὶ οἱ τρεῖς αὐτάδελφοι. Καὶ ὁ μὲν Παῦλος καὶ Παυσίριος ἔγιναν Μοναχοὶ ἐκ νεαρᾶς ἡλικίας, ὁ δὲ Θεοδοτίων ἦτο εἰς τὰ ὄρη μετὰ κλεπτῶν· συλληφθέντες δὲ ἀπὸ τὸν ἡγεμόνα, ὁ μὲν Παῦλος τριακονταετής, ὁ δὲ Παυσίριος εἰκοσιπενταετής, ὡμολόγησαν παρρησίᾳ τὴν τοῦ Χριστοῦ πίστιν. Τότε ὁ ἀδελφὸς αὐτῶν Θεοδοτίων, μαθὼν ὅτι συνελήφθησαν, ἀφῆκε τὰ ὄρη καὶ τοὺς κλέπτας καὶ ἐπῆγεν ἵνα τοὺς ἴδῃ καὶ τοὺς ἀποχαιρετήσῃ. Βλέπων δὲ αὐτούς, ὅτι ἐκρίνοντο ἀπὸ τὸν ἡγεμόνα, νὰ πλησιάσῃ μὲν δὲν ἐτόλμησεν, ἀλλ’ ἐλθὼν εἰς ἀπόκεντρόν τινα τόπον, ἐσυλλογίζετο ποίαν ἆρά γε κληρονομίαν καὶ δόξαν θὰ ἀπολαύσωσιν οἱ ἀδελφοί του. Ὅθεν θερμανθεὶς τὴν καρδίαν ὑπὸ τῆς θείας χάριτος, ἐπέστρεψε καὶ παρασταθεὶς ἐνώπιον τοῦ ἡγεμόνος, ὡμολόγησε καὶ αὐτὸς τὸν ἑαυτόν του Χριστιανόν· εἶτα ὁρμήσας κατ’ αὐτοῦ, τὸν ἐκρήμνισεν ἀπὸ τὸν θρόνον του. Εὐθὺς λοιπὸν διαπερῶσι πεπυρωμένα καρφία εἰς τὰς πλευράς του καὶ τὴν κοιλίαν του, ἔπειτα ἀποκεφαλίζουσιν αὐτὸν καὶ οὕτω λαμβάνει ὁ ἀοίδιμος τοῦ μαρτυρίου τὸν στέφανον. Ὁ δὲ Παῦλος καὶ Παυσίριος ριφθέντες εἰς τὸν ποταμόν, ἔλαβον τέλος τοῦ μαρτυρίου των.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΒΑΒΥΛΑ τοῦ ἐν Σικελίᾳ καὶ ΑΓΑΠΙΟΥ καὶ ΤΙΜΟΘΕΟΥ τῶν μαθητῶν αὐτοῦ.
Εἰς τὸν Βαβύλαν·
Πρὶν Βαβύλας ἤθλησε κατὰ δαιμόνων,
Ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
Εἰς τὸν Ἀγάπιον καὶ Τιμόθεον·
Τὸν Ἀγάπιον συνάμα Τιμοθέῳ
Σαφῶς μιμητὰς οἶδα τοῦ Διδασκάλου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΜΑΚΕΔΟΝΙΟΣ ἐν εἰρήνῃ τελειοῦται.
Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας,
Μακεδόνιος, Χριστέ, λαμβάνει μίαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ γέγονεν ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ Πέρσου.
Στεφθεὶς Ἀναστάσιος τῶν ἄθλων χάριν,
παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΕΡΜΟΓΕΝΟΥΣ καὶ ΜΑΜΑΝΤΟΣ.
Ἑρμογένης Μάμας τε τοῦ Χριστοῦ φίλοι,
Θανεῖν δι’ αὐτὸν οὐδόλως ἐδειλίων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος πατὴρ ἡμῶν ΦΥΛΩΝ Ἐπίσκοπος Καλπασίου ἐν εἰρήνῃ τελειοῦται.
Φῦλον βροτῶν προσῆξε τῷ Χριστῷ Φύλων,
Ἅ τε παρ’ αὐτοῦ προσλαβὼν θείαν χάριν.
✥ Ὁ Ὅσιος πατὴρ ἡμῶν ΦΙΛΙΠΠΙΚΟΣ ὁ πρεσβύτερος ἐν εἰρήνῃ τελειοῦται.
Καθώς περ ἵπποις τοῖς πόνοις κεχρημένος,
Χαίρων ἀνέπτη Φιλιππικὸς πρὸς πόλον.
✥ Ὁ Ἅγιος ΒΑΡΣΙΜΟΣ σὺν τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ξίφει τελειοῦται.
Τοὺς τρεῖς ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος,
Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος [1].
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΖΩΣΙΜΑΣ ἐν εἰρήνῃ τελειοῦται.
Τὶς τοὺς μακρούς σου, Ζωσιμᾶ, φράσει πόνους;
Καὶ τίς, θανόντος, τῶν πόνων σου τὰ στέφη;
✥ Μνήμη τοῦ Ἁγίου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ ΙΩΑΝΝΟΥ πλησίον τοῦ Ταύρου.
Ἐμή σε γλῶσσα, κήρυξ, πῶς ἂν αἰνέσῃ
Ὅν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
✥ Τῇ αὐτῇ ἡμέρᾳ τοῦ Ὁσίου πατρὸς ἡμῶν ΝΕΟΦΥΤΟΥ τοῦ Ἐγκλείστου.
Ἔχει σε τύμβος, ἀλλὰ μέχρι σαρκίου
Καύχημα πέλεις, ἐγκλείστρᾳ σῇ φοιτῶσι.
Πνεῦμα δὲ εἰκάδι τετάρτῃ σὸν ἔβη πόλεο ὅρμους.
[1] Σημείωσαι ὅτι περιττῶς γράφεται ἐδῶ παρὰ τοῖς Μηναίοις ἡ μνήμη Ἑλλαδίου τοῦ Κομενταρησίου τοῦ ὑπὸ τῆς Ἁγίας Θεοδούλης ἑλκυσθέντος, διότι αὕτη ἐγράφη κατὰ τὴν ιη’ (18ην) Ἰανουαρίου (βλ. σελ. 437 τοῦ ἀνὰ χεῖρας τόμου).