✥ Τῇ ΚΒ’ (22ᾳ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΓΑΘΟΝΙΚΟΥ καὶ τῶν σὺν αὐτῷ ΖΩΤΙΚΟΥ, ΖΗΝΩΝΟΣ, ΘΕΟΠΡΕΠΙΟΥ, ΑΚΙΝΔΥΝΟΥ καὶ ΣΕΒΗΡΙΑΝΟΥ.
Εἰς τὸν Ἀγαθόνικον [1]·
Ἀγαθονίκου κλῆσις ἀψευδεστάτη
Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους.
Εἰς τὸν Ζήνωνα, Θεοπρέπιον καὶ Ἀκίνδυνον·
Τρεῖς καρτεροῦντες μηχανήματος βίαν,
Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου.
Εἰς τὸν Σεβηριανόν·
Ἐν Μάρτυσι τμηθεῖσιν αὐχένας ξίφει,
Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει.
Εἰς τὸν Ζωτικόν·
Ἰδοὺ παρ’ ἡμῖν καὶ Κυρηναῖος νέος,
Οὐκ ἀγγαρευθεὶς, ἀλλ’ ἑκὼν Σταυρὸν φέρων.
Ἔκτανε δευτερίῃ ξίφος εἰκάδι Ἀγαθόνικον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας ΑΝΘΟΥΣΗΣ καὶ ΑΘΑΝΑΣΙΟΥ τοῦ Μάρτυρος τοῦ βαπτίσαντος αὐτήν, καὶ τῶν δύο οἰκετῶν αὐτῆς, ΧΑΡΙΣΙΜΟΥ καὶ ΝΕΟΦΥΤΟΥ.
Εἰς τὴν Ἀνθοῦσαν·
Ἀνθῆσαν ἐκ γῆς τῆς Σελευκείας ρόδον,
Ἀνθοῦσαν ἐδρέψαντο χεῖρες Ἀγγέλων.
Εἰς τὸν Ἀθανάσιον·
Ἀθανάσιος κἄν τεθνήξομαι ξίφει,
Τοῖς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις.
Εἰς τοὺς οἰκέτας·
Δοῦλοι δύο τμηθέντες εὗρον οἱ δύω
Τὴν εὐγένειαν, ἥν ἀπώλεσαν πάλαι.
✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες ΕΙΡΗΝΑΙΟΣ, ΩΡ καὶ ΟΡΟΨΙΣ ξίφει τελειοῦνται.
Ξίφει τριὰς τμηθεῖσα, τριστάτας πλάνης,
Βυθῷ καλύπτει τῶν ἑαυτῆς αἱμάτων.
ΕΙΡΗΝΑΙΟΣ ὁ μακάριος Μάρτυς, ὁ πρῶτος ἐκ τῶν τριῶν τούτων Ἁγίων Μαρτύρων, ἦτο Διάκονος τῆς Ἐκκλησίας· ἐπειδὴ δὲ ἐκήρυττε παρρησίᾳ τὸν Χριστὸν ὡς Θεὸν ἀληθινόν, συνελήφθη ὑπὸ τῶν ἀπίστων καὶ παρέστη ἔμπροσθεν τοῦ ἄρχοντος. Οἱ δὲ Ἅγιοι Ὢρ καὶ Ὄροψις ἦσαν καὶ αὐτοὶ Χριστιανοί, καὶ παρασταθέντες μετὰ τοῦ Ἁγίου Εἰρηναίου ὡμολόγησαν τὴν πίστιν τοῦ Χριστοῦ. Ἐρρίφθησαν λοιπὸν καὶ οἱ τρεῖς ἐντὸς πυρᾶς, πεσούσης δὲ βροχῆς ἐσβέσθη τὸ πῦρ καὶ ἔμειναν ἀβλαβεῖς οἱ Ἅγιοι· εἶτα ριφθέντες εἰς τὰ θηρία, ἐπειδὴ οὐδεμίαν καὶ ὑπ’ αὐτῶν βλάβην ὑπέστησαν, ἐκρεμάσθησαν ἐπὶ ξύλου καὶ ἐξεσχίσθησαν ἀλύπητα. Τελευταῖον ἀπεκεφαλίσθησαν καὶ οὕτως ἔλαβον οἱ μακάριοι τοὺς στεφάνους τῆς ἀθλήσεως.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ ἐν τῷ Πυρσῷ τῆς Εὐρυτανίας.
Προύσηθεν Εἰκὼν τῆς Ἁγνῆς τῇ Ἑλλάδι
Ποταμὸς ἵκται θαυμάτων ἀενάων,
Εἰκάδι δευτερίῃ Θεομήτορα Πυρσὸς ἀΐδει.
Ὑποσημειώσεις
[1] Τοῦ Ἁγίου Ἀγαθονίκου συνεπλήρωσε τὴν Ἀκολουθίαν ὁ Πατὴρ Γεράσιμος Μικραγιαννανίτης, ἐκδοθεῖσαν ἐν Ἀθήναις τῷ 1953.