Μαρτίου ΙΘ’ (19η)

Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ συζύγων ΧΡΥΣΑΝΘΟΥ καὶ ΔΑΡΕΙΑΣ.

Κἂν ἐκπνέωσι ζῶντες εἰσδύντες βόθρῳ,
Ζῶσι Χρύσανθος ἐν πόλῳ καὶ Δαρεία.
Χῶσαν συζυγίην δεκάτῃ ἐνάτῃ ὁμόλεκτρον.

Τὴν Ἀκολουθίαν τῶν Ἁγίων ἐποίησεν ὁ Ὅσιος Ἰωσὴφ ὁ Ὑμνογράφος εὕρηται δὲ ἐν τοῖς Μηναίοις. Πλὴν ταύτης εὕρηται ἐν τοῖς Λαυρεωτικοῖς Κώδιξι Δʹ 14 φ. 131α καὶ Δʹ 34 φ. 42α καὶ ἑτέρα ἣν ἐποίησεν ὁ Ὅσιος Θεοφάνης ὁ Γραπτός.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ τῶν Ἁγίων Μαρτύρων ΚΛΑΥΔΙΟΥ τοῦ τριβούνου τοῦ τιμωρήσαντος τοὺς Ἁγίους Χρύσανθον καὶ Δαρείαν καὶ τῶν σὺν αὐτῷ ἀναιρεθέντων ΣΤΡΑΤΙΩΤΩΝ.

Φυγὼν θάλασσαν Κλαύδιος τὴν τῆς πλάνης,
Ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων.

   

Τῇ αὐτῇ ἡμέρᾳ τῆς Ἁγίας Μάρτυρος ΙΛΑΡΙΑΣ, συζύγου Κλαυδίου τοῦ τριβούνου, ξίφει τελειωθείσης.

Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει.
Θεοῦ πρόσωπον ἱλαρώτατον βλέπει.

     

Τῇ αὐτῇ ἡμέρᾳ τῶν Ἁγίων Μαρτύρων ΜΑΥΡΟΥ καὶ ΙΑΣΟΝΟΣ υἱῶν Κλαυδίου καὶ Ἰλαρίας ξίφει τελειωθέντων.

Σὺν αὐταδέλφῳ τέμνεται Μαύρῳ κάραν,
Ἀδελφὰ τούτῳ συμφρονήσας Ἰάσων.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΠΑΓΧΑΡΙΟΥ ξίφει τελειωθέντος.

Ὁ Παγχάριος πᾶσαν ἦν πλουτῶν χάριν,
Ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ Χάρις.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Οἱ Ἅγιοι Μάρτυρες ΔΙΟΔΩΡΟΣ ὁ Πρεσβύτερος καὶ ΜΑΡΙΑΝΟΣ ὁ Διάκονος, σπηλαίῳ ἐγκλεισθέντες τελειοῦνται.

Ὡς βῆμα τὸ σπήλαιον, ἔνδον γὰρ φέρει
Θύτην τε Χριστοῦ, καὶ σὺν αὐτῷ λευΐτην.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΔΗΜΗΤΡΙΟΥ τοῦ Τορναρᾶ μαρτυρήσαντος ἐν ἔτει ͵αφξδ’ (1564) ξίφει τελειωθέντος.

Δημήτριος δοὺς τὴν κεφαλὴν λαμβάνει
Στέφη ἄπειρα χειρὸς ἐκ τοῦ Κυρίου.

Τὸ Μαρτύριον αὐτοῦ ἐδημοσίευσεν ὁ Ὅσιος Νικόδημος εἰς τὸ «Νέον Μαρτυρολόγιον» ἐξ οὗ παραληφθὲν παρατίθεται ἐνταῦθα διεσκευασμένον κατὰ τὴν φράσιν. Ἡ πατρὶς τοῦ Ἁγίου τούτου δὲν εἶναι γνωστή.

ΔΗΜΗΤΡΙΟΣ ὁ τοῦ Χριστοῦ Ἀθλητὴς καὶ Νεομάρτυς συνανεστρέφετο συχνάκις μὲ τοὺς Τούρκους καὶ συνομιλῶν μετ’ αὐτῶν, ἤλεγχε τὴν πίστιν των. Ἡμέραν δέ τινα ὑπὸ τοῦ φθόνου ἐκεῖνοι κινηθέντες τὸν ἐβίασαν νὰ γίνῃ Τοῦρκος. Ἐπειδὴ δὲ αὐτὸς δὲν ἠθέλησε, τὸν ἔφεραν εἰς τὸν κριτὴν καὶ ἐμαρτύρησαν ψευδῶς ὅτι δῆθεν ὕβρισε τὴν πίστιν των. Ὁ δὲ κριτὴς ὥρισε νὰ τὸν δείρουν καὶ νὰ τὸν βασανίσουν ἀνηλεῶς ἕως ὅτου γίνῃ Τοῦρκος. Οἱ Τοῦρκοι τότε τὸν ἐβασάνισαν μὲ μεγάλην σκληρότητα, ἀλλ’ ἰδόντες τὸ ἀμετάθετον τῆς γνώμης του, διὰ προστάγματος τοῦ κριτοῦ τὸν ἀπεκεφάλισαν καὶ ἔλαβεν ὁ μακάριος τὸν τοῦ Μαρτυρίου ἀμάραντον στέφανον.

     

ΕΠΙΣΤΡΟΦΗ