ΩΔΑΙΣ πνευματικαῖς ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ (ἡμῶν) τῷ Κυρίῳ (Ἐφεσ. ε’ 19) ἀναπέμπομεν Αὐτῷ ἐξ ὅλης ψυχῆς καὶ διανοίας τὰς ἀπείρους ἡμῶν εὐχαριστίας, ἐπὶ τῷ αἰσίῳ πέρατι καὶ τῆς τρίτης ἐκδόσεως τοῦ δεκατετρατόμου ἔργου τῆς Αὐτοῦ δωρεᾶς τε καὶ Χάριτος «Ὁ Μέγας Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας».
Ὁ εὐωδέστατος, καὶ πανευφρόσυνος οὗτος κῆπος τῆς Χάριτος, «Ὁ Μέγας Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας», ἤδη ἐνώπιον Ὑμῶν προκείμενος τὰς πύλας αὑτοῦ ἀνεπέτασε καὶ εἰσελθεῖν ἐν αὐτῷ Ὑμᾶς προτρέπεται. Εἰσέλθετε τοίνυν καὶ ἐντρυφήσατε ἐν αὐτῷ. Ἀπολαύσατε τῆς δρόσου αὑτοῦ τῆς οὐρανίου καὶ ἀναψύχθητε. Ἐξέλθετε ἐπ’ ὀλίγον ἐκ τοῦ καιομένου κλιβάνου τοῦ παρόντος βίου, ἐκ τοῦ καύσωνος, τοῦ κοχλάζοντος λέβητος τῆς συγχρόνου κοινωνίας. Ἀποθέσατε ἐπ’ ὀλίγον τὸν θεληματικὸν πυρετὸν τῆς ἀγχώδους ἀγωνίας τῆς ἐποχῆς ταύτης καὶ εἰσέλθετε εἰς τὸν δι’ Ὑμᾶς εὐτρεπισθέντα πανευφρόσυνον τοῦτον παράδεισον τῆς τρυφῆς, τὸν τρισῶς ἤδη ὡραϊσμένον, συμπεπληρωμένον καὶ κεκαλλωπισμένον «Μέγαν Συναξαριστὴν τῆς Ὀρθοδόξου Ἐκκλησίας», τὴν πολύτιμον καὶ πολύτομον ταύτην βίβλον, ἥτις ὡς ἄλλη ᾀσματίζουσα νύμφη ἀφίησι νῦν Ὑμῖν τὴν φωνήν· «Ἐν τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων» (Σειρὰχ κε’ 1).
Ὤ! πόσον ὑψηλὰ καὶ ὡραῖα, πόσον εὐάρεστα καὶ πανευφρόσυνα τὰ τὸν πάντερπνον τοῦτον παράδεισον ἀπαρτίζοντα παντοειδῆ καὶ πανεύοσμα, ἀειθαλῆ καὶ πολύχροα οὐράνια φυτὰ ἀπὸ τῆς δροσολούστου χλόης, τῶν ἴων καὶ τῶν ρόδων, μέχρι καὶ τῶν ὑψικαρήνων καὶ ὑψικράνων δρυῶν καὶ ἐλατῶν καὶ ἀπὸ τῶν μυροβόλων ἀνθέων μέχρι τῶν κατακόμων καὶ κατακάρπων δένδρων! Πόσοι πολυχεύμονες καὶ καλλίρροοι ποταμοὶ καταρδεύουσι τοῦτον! Πόσαι ἀείροοι καὶ ἡδύγευστοι πηγαὶ τοῖς παραγενομένοις πρόκεινται! Πόσαι δροσόλουστοι αὗραι καταθωπεύουσι τούτους! Πόσα πτηνὰ παραδείσια διὰ τῶν ἠδυφθόγγων καὶ μελιρρύτων θείων κελαδημάτων αὐτῶν καταθέλγουσι τοὺς βουλομένους ἐντρυφῆσαι ἐν ταῖς δέλτοις τοῦ νοητοῦ τούτου παραδείσου!