✥ Τῇ ΚΔ (24ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν ΕΛΙΣΑΒΕΤ τῆς Θαυματουργοῦ.
Ἐλισάβετ λιποῦσα γῆν Θεοῦ, Λόγε,
Καλὴ καλὸν βλέπει σε νύμφη Νυμφίον.
Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε Πόλον Ἐλισαβέτεια.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΣΑΒΒΑ τοῦ Στρατηλάτου Γότθου.
Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων εἰς τὸν Χριστὸν ΕΒΔΟΜΗΚΟΝΤΑ ΣΤΡΑΤΙΩΤΩΝ Μαρτύρων, ξίφει τελειωθέντων.
Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
Εὕρῃς πεσόντας ἄνδρας ἑπτάκις δέκα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΠΑΣΙΚΡΑΤΟΥΣ καὶ ΒΑΛΕΝΤΙΩΝΟΣ.
Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,
Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ὀκτὼ Μαρτύρων ΕΥΣΕΒΙΟΥ, ΝΕΩΝΟΣ, ΛΕΟΝΤΙΟΥ, ΛΟΓΓΙΝΟΥ καὶ ἑτέρων ΤΕΣΣΑΡΩΝ τῶν διὰ τοῦ Ἁγίου Γεωργίου πιστευσάντων τῷ Χριστῷ καὶ μαρτυρησάντων.
Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
Τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις [1].
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΔΟΥΚΑ, ράπτου Μυτιληναίου, μαρτυρήσαντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει ͵αφξδ’ (1564), ἀποδερματισθέντος ζῶντος καὶ τελειωθέντος.
Δούκας ὁ ράπτης ἐκδαρεὶς δορὰν ὅλην,
Ἔρραψεν αὑτῷ ἱμάτιον φωσφόρον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΝΙΚΟΛΑΟΥ τοῦ ἐν Μαγνησίᾳ μαρτυρήσαντος ἐν ἔτει ͵αψοϛ’ (1776) σφοδρῶς τυφθέντος καὶ τελειωθέντος.
Ζητῶν ὁ Νικόλαος εὑρέσθαι γάμον,
Ἄφθαρτον εὗρε διὰ πληγῶν ἐν πόλῳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου ΣΑΒΒΑ τοῦ ἐν τῷ Σπηλαίῳ Ρώσου.
Ὑποσημειώσεις
[1] Τὸ ἰσάκις ἴσον ἰσάκις εἶνα ὅρος τῶν μαθηματικῶν διὰ τοῦ ὁποίου δηλοῦται ὁ ἀριθμὸς ὀκτώ.