Φεβρουαρίου Γ’ (3η)

Τῇ Γ’ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Δικαίου ΣΥΜΕΩΝ τοῦ Θεοδόχου καὶ ΑΝΝΗΣ τῆς Προφήτιδος.

Εἰς τὸν Συμεών·

Ἤγγειλε νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,
Ἄνθρωπος ὀφθείς, μέχρι καὶ τούτων φθάσει.

Εἰς τὴν Ἄνναν·

Οὐ γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
Ἕως ἐπ’ αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.
Τῇ τριτάτῃ δεσμοῖο βίοιο λύθη Συμεώνης.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΔΡΙΑΝΟΥ καὶ ΕΥΒΟΥΛΟΥ.

Εἰς τὸν Ἀδριανόν·

Ἀδριανὸν χαίροντα τμηθῆναι ξίφει,
Χείρ, ἡ φόνοις χαίρουσα, τέμνει δημίου.

Εἰς τὸν Εὔβουλον·

Ξίφει θανών, Εὔβουλε, Κυρίου χάριν,
Βουλὴν ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.

ΑΔΡΙΑΝΟΣ καὶ ΕΥΒΟΥΛΟΣ οἱ Ἅγιοι Μάρτυρες κατήγοντο ἐκ τῆς χώρας Βανέας [1], ποθοῦντες δὲ νὰ ἴδωσιν τοὺς Ὁμολογητὰς καὶ Μάρτυρας τοῦ Χριστοῦ, μετέβησαν εἰς τὴν Καισάρειαν, ὅπου ἐμαρτύρουν πολλοί. Φανερωθέντες δὲ ἐκεῖ ὅτι ἦσαν Χριστιανοί, ἐφέρθησαν εἰς τὸν ἄρχοντα Φιρμιλιανὸν καὶ παρρησίᾳ ὁμολογήσαντες τὸν Χριστόν, δέρονται εἰς τὴν ράχιν καὶ εἰς τὰς πλευράς, ἔλαβον δὲ καὶ ἄλλας μεγαλυτέρας βασάνους· ἐπειδὴ ὅμως ἔμενον στερεοὶ καὶ ἀμετάθετοι εἰς τὴν ὁμολογίαν τοῦ Χριστοῦ, ὠργίσθη, ἕνεκα τούτου, πολὺ ὁ ἄρχων καὶ ρίπτει αὐτοὺς εἰς τὰ θηρία, ἵνα τοὺς φάγωσι. Καὶ πρῶτον μὲν ὁ μακάριος Ἀδριανός, δοθεὶς εἰς λέοντα, ἠγωνίσθη ἐναντίον ἐκείνου ἀγῶνα ἀνδρικώτατον καὶ ἐπειδὴ διεφυλάχθη ἀβλαβὴς ὑπὸ τῆς Χάριτος τοῦ Θεοῦ, ἀπεκεφαλίσθη· ἔπειτα ὁ Ἅγιος Εὔβουλος, κολακευθεὶς πρότερον ὑπὸ τοῦ ἄρχοντος καὶ πολὺ παρακληθεὶς νὰ ἀρνηθῇ τὸν Χριστόν, ὡς οὐδὲν ἐνόμισε τὰς κολακείας καὶ παρακινήσεις του, ὅθεν ἐρρίφθη καὶ αὐτὸς εἰς τὸν ἴδιον λέοντα, τὸν ὁποῖον νικήσας καὶ μείνας καὶ αὐτὸς ἀβλαβής, ἀποκεφαλίζεται· καὶ οὕτω λαμβάνουσιν οἱ ἀοίδιμοι τοὺς ἀκηράτους στεφάνους τοῦ Μαρτυρίου.

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΒΛΑΣΙΟΥ τοῦ Βουκόλου.

Βοῶν ἐπαύλεις Βλάσιον εἶχον πάλαι,
Αὐλαὶ δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Προφήτης ΑΖΑΡΙΑΣ, ὁ υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.

Χρησμοὺς διδόντος πρὶν θανεῖν Ἀζαρίου,
Σιγᾷ προφητεύουσα λοξὰ Πυθία.

Περὶ τοῦ Ἁγίου τούτου Προφήτου Ἀζαρίου ταῦτα γράφονται ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν Παραλειπομένων ἐν κεφαλαίῳ ιε’, 1. «Καὶ Ἀζαρίας υἱὸς Ὠδήδ, ἐγένετο ἐπ’ αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδα καὶ Βενιαμὶν καὶ εἶπεν· ἀκούσατέ μου, Ἀσὰ καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν. Κύριος μεθ’ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ’ αὐτοῦ καὶ ἐὰν ἐκζητήσητε Αὐτόν, εὑρεθήσεται ὑμῖν· καὶ ἐὰν ἐγκαταλίπητε Αὐτόν, ἐγκαταλείψει ὑμᾶς». Καὶ ἄλλα πολλὰ λέγει ἐκεῖ, διὰ τῶν ὁποίων ἔγινεν εἰς μὲν τὸν βασιλέα Ἀσὰ καὶ εἰς ὅλον τὸν λαὸν τοῦ Ἰούδα καὶ τοῦ Βενιαμὶν κήρυξ τῆς εὐσεβείας διαπρύσιος, στηλιτευτὴς δὲ τῆς δυσσεβείας αὐστηρότατος.

ΑΖΑΡΙΑΣ ὁ Ἅγιος Προφήτης ἦτο υἱὸς Ἀδδώ, καταγόμενος ἐκ τῆς γῆς Συμβαθᾶ καὶ ἀπέστρεψεν ἀπὸ τὸν Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα, ἀποθανὼν δὲ ἐτάφη εἰς τον ἀγρόν του.

   

Οἱ Ἅγιοι Μάρτυρες ΠΑΥΛΟΣ καὶ ΣΙΜΩΝ ξίφει τελειοῦνται.

Καὶ Παῦλον ὧδε καὶ Σίμωνα γραπτέον
Μὴ καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.

   

Ὁ Ὅσιος ΚΛΑΥΔΙΟΣ ἐν εἰρήνῃ τελειοῦται.

Ἔχαιρεν εὑρὼν Κλαύδιος βίου τέλος,
Ὡς εἴ τις εὕροι, ψαλμικῶς, πολλὰ σκῦλα.

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἐνδόξων Νεομαρτύρων ΣΤΑΜΑΤΙΟΥ καὶ ΙΩΑΝΝΟΥ τῶν αὐταδέλφων καὶ ΝΙΚΟΛΑΟΥ τοῦ Συναθλητοῦ αὐτῶν, τῶν ἐκ Σπετσῶν καταγομένων καὶ ἐν Χίῳ μαρτυρησάντων κατὰ τὸ ἔτος ͵αωκβ’ (1822).

Εἰς τὸν Σταμάτιον καὶ Ἰωάννην·

Ἀδελφὰ φρονήσαντες ἀδελφοὶ ἄμφω
Μιᾷ γνώμῃ ἤθλησαν χρόνοις ἐσχάτοις.

Εἰς τὸν Νικόλαον·

Νίκης ἦρας τρόπαιον καλῶς ἀθλήσας,
Παμμάκαρ Νικόλαε, πόθῳ Κυρίου.

Τὸ Μαρτύριον τούτου ληφθὲν ἐκ τοῦ «Νέου Μαρτυρολογίου» καταχωρίζεται ἐνταῦθα διεσκευασμένον κατὰ τὴν φράσιν. Συγγραφεὺς αὐτοῦ ὑπῆρξεν Ἰωάννης ὁ Καρυοφύλλης, ὁ Μέγας Λογοθέτης τῆς Μεγάλης Ἐκκλησίας, ἀλλὰ καὶ ὁ Μελέτιος Συρίγου συνέγραψε Βίον αὐτοῦ, ἐν ἄλλοις δὲ γράφεται ὅτι οὗτος ἐμαρτύρησε κατὰ τὸ ἔτος ͵αχνα’ (1651).

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ

   

Ὑποσημειώσεις

[1] Βανέαν ὀνομάζει ὁ συγγραφεὺς τοῦ παρόντος Συναξαρίου τὴν περὶ τὴν λίμνην Βὰν τῆς Ἀρμενίας χώραν.