Φεβρουαρίου ΚΖ’ (27η)

Τῇ ΚΖ’ (27ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ ΠΡΟΚΟΠΙΟΥ τοῦ Δεκαπολίτου.

Οὐδέν, Δεκαπολῖτα, γῆς πᾶσαι πόλεις,
Πρὸς τὴν νοητὴν ἔνθα περ τάττῃ Πόλιν.
Εἰκάδι ἑβδομάτῃ Προκοπίῳ τέρμα φαάνθη.

ΠΡΟΚΟΠΙΟΣ ὁ Ὅσιος Πατὴρ ἡμῶν ἦτο κατὰ τοὺς χρόνους τοῦ Ἰσαύρου Λέοντος Γ’ τοῦ Εἰκονομάχου, τοῦ ἐν ἔτει ψιζ’-ψμα’ (717-741) βασιλεύσαντος. Καὶ πρῶτον μέν, γενόμενος Μοναχός, διῆλθε πᾶσαν ἄσκησιν μὲ ἀκρίβειαν, καὶ ἐκαθάρισε πλήρως τὸν ἑαυτόν του ἀπὸ παντὸς πάθους καὶ πάσης κηλῖδος, ὕστερον δὲ ἤλεγξεν ἀνδρείως τοὺς αἱρετικοὺς ἐκείνους, οἱ ὁποῖοι ἠθέτουν τὴν σάρκωσιν τοῦ Θεοῦ Λόγου, ὡς μὴ προσκυνοῦντες τὴν τοῦ Χριστοῦ ἔνσωμον Εἰκόνα. Ὅθεν ὄχι μόνον ἐβεβαίωσε τὴν ἀλήθειαν τῆς Ὀρθοδοξίας, διὰ λόγων, ἀλλὰ καὶ διὰ πολλῶν κακοπαθειῶν καὶ θλίψεων. Ἐκ τούτων λοιπὸν ἐφάνη μέγας Ὁμολογητὴς τῆς Ὀρθοδόξου Πίστεως καὶ ἀληθείας, πολλὰ δὲ θαύματα ποιήσας, καὶ πολλοὺς διὰ τῆς ἐνθέου διδασκαλίας αὐτοῦ ὠφελήσας, πρὸς Κύριον ἐξεδήμησε.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΓΕΛΑΣΙΟΥ τοῦ ἀπὸ μίμων, ὃς τὸ Ἅγιον Βάπτισμα κελευσθεὶς διαπαῖξαι, βαπτίζεται ἀληθῶς καὶ ξίφει τελειοῦται.

Φώτισμα μέλλων ἐκγελᾶν γελᾷς πλάνην,
Πλυθεὶς δέ, Γελάσιε, τέμνῃ τὴν κάραν.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν ΘΑΛΕΛΑΙΟΣ, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ Θαλέλαιος φαιδρὸς ἥκει πρὸς Πόλον,
Θαλλοῖς ἐλαιῶν, ἀρεταῖς ἐστεμμένος.

Τὸν Βίον τοῦ Ὁσίου τούτου Θαλελαίου συνέγραψεν ὁ Κύρου Θεοδώρητος ἐν ἀριθμῷ κη’ (28ῳ) τῆς «Φιλοθέου Ἱστορίας».

ΣΥΝΑΞΑΡΙΟΝ

   

Ὁ Ἅγιος ΣΤΕΦΑΝΟΣ, ὁ συστησάμενος τὸ Γηροκομεῖον τοῦ Ἁρματίου, ἐν εἰρήνῃ τελειοῦται.

Γήρει Στέφανος πρύτανις ζωῆς πόρου
Ὅνπερ θανόντα Πρύτανις στέφους στέφει.

 

Ὁ Ἅγιος Μάρτυς ΝΙΣΙΟΣ βουνεύροις τυπτόμενος τελειοῦται.

Νεύροις βοείοις Νίσιος πάσχων φέρει,
Νευρούμενος γὰρ τῶν πόνων λήθην ἔχει.

 

Οἱ Ὅσιοι Πατέρες ἡμῶν ΑΣΚΛΗΠΙΟΣ καὶ ΙΑΚΩΒΟΣ, ἐν εἰρήνῃ τελειοῦνται.

Πᾶσαν δικαίως γῆν κρίνοντι Δεσπότῃ,
Ἄνδρες δίκαιοι συμπαρέστησαν δύο.

Τὸν Βίον αὐτῶν ἀναφέρει συντόμως ὁ Κύρου Θεοδώρητος ἐν ἀριθμῷ κε’ (25ῳ) τῆς «Φιλοθέου Ἱστορίας».

ΑΣΚΛΗΠΙΟΣ καὶ ΙΑΚΩΒΟΣ οἱ Ὅσιοι Πατέρες ἠγωνίζοντο ἀσκητικῶς εἰς τὰς ἐρήμους τῆς Συρίας κατὰ τοὺς χρόνους τοῦ Ἐπισκόπου Κύρου Θεοδωρήτου (393-458). Καὶ ὁ μὲν Ἀσκληπιός, ζήσας πρότερον μὲ πολλοὺς καὶ μηδὲν βλαβεὶς ἐκ τῆς συνοδείας, ὕστερον μετεχειρίσθη τὴν ἀσκητικὴν καὶ ἐρημικὴν πολιτείαν, ὅθεν καὶ διπλῶν ἠξιώθη στεφάνων. Ὁ δὲ θεῖος Ἰάκωβος, κεκλεισμένος ὢν εἰς μικρὸν κελλίον, πλησίον εἰς ἓν χωρίον, Νιμουζᾶν καλούμενον, δὲν ἤναπτε φωτίαν, δὲν εἶχε φῶς λύχνου, δὲν ἐβλέπετο ἀπὸ ἀνθρώπους, ἀλλ’ ἀπεκρίνατο διὰ μέσου τόπου τινὸς πλαγίως ἐσκαμμένου. Καὶ μολονότι ἦτο περισσότερον τῶν ἐνενήκοντα χρόνων γέρων, δὲν ἐξῆλθεν ὅμως ἀπὸ τὸ κελλίον ἐκεῖνο. Τοιουτοτρόπως ἕως τέλους ἀγωνιζόμενοι οἱ μακάριοι ἠξιώθησαν τῶν οὐρανίων στεφάνων τῆς ἀσκήσεως καὶ συναγάλλονται εἰς τοὺς ἀπεράντους αἰῶνας μετὰ τοῦ Δεσπότου Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ὁ Ὅσιος ΤΙΜΟΘΕΟΣ ὁ ἐν Καισαρείᾳ ἐν εἰρήνῃ τελειοῦται.

Τὸν Τιμόθεον ὡς Θεοῦ τιμῶ φίλον,
Οὗ καὶ τελευτὴ σφόδρα μοι τιμητέα.

   

ΕΠΙΣΤΡΟΦΗ