✥ Τῇ ΙΑ’ (11ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγιου Ἱερομάρτυρος ΜΩΚΙΟΥ.
Μωκώμενόν σε δεισιδαίμονα πλάνην,
Οἱ δυσσεβεῖς κτείνουσι, Μώκιε, ξίφει.
Μώκιος ἑνδεκάτῃ κεφαλὴν τμήθη ἀγαθόφρων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἐπιτελεῖται ἡ ἀνάμνησις τῶν ΓΕΝΕΘΛΙΩΝ, ἤτοι ΕΓΚΑΙΝΙΩΝ, τῆς θεοφυλάκτου καὶ θεομεγαλύντου ΚΩΝ/ΠΟΛΕΩΣ, ἐξαιρέτως ἀνακειμένης τῇ προστασίᾳ τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ καὶ παρ’ Αὐτῆς διασῳζομένης.
Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν,
Ἐν σοί, Πόλις, τυχόντα τῶν γενεθλίων [1].
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΔΙΟΣΚΟΡΟΣ ὁ Νέος ξίφει τελειοῦται.
Παρ’ ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους [2],
Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει.
ΔΙΟΣΚΟΡΟΣ ὁ Ἅγιος Μάρτυς κατήγετο ἐκ τῆς μεγαλοπόλεως Σμύρνης καὶ διὰ τὴν τοῦ Χριστοῦ πίστιν ὡδηγήθη πρὸ τοῦ ἄρχοντος αὐτῆς· ὅθεν, ἐπειδὴ ἐκήρυξεν ἑαυτὸν Χριστιανόν, ἐρρίφθη εἰς τὴν φυλακήν. Ἔπειτα ἠρωτήθη καὶ ἐκ δευτέρου. Ἐπειδὴ δὲ ἐπέμενεν εἰς τὴν αὐτὴν πίστιν, προσέταξεν ὁ ἄρχων καὶ τὸν ἀπεκεφάλισαν καὶ οὕτως ἔλαβεν ὁ μακάριος τὸν στέφανον τοῦ Μαρτυρίου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΑΡΓΥΡΟΥ τοῦ Θεσσαλονικέως, ἀθλήσαντος ἐν ἔτει ͵αωϛ’ (1806).
Ἔχων ἀργυρᾶν τὴν ψυχὴν φερωνύμως,
Ἀργυρέ, ἠγώνισαι εὐσεβοφρόνως.
Ὑποσημειώσεις
[1] Ἐκ τούτου φαίνεται ὅτι ὁ Χριστοφόρος Πατρίκιος ὁ Μυτιληναῖος, ποιητὴς τῶν περισσοτέρων στίχων τοῦ Συναξαριστοῦ καὶ δὴ καὶ τοῦ παρόντος διστίχου, ἐν Κωνσταντινουπόλει ἐγεννήθη, ἐκ Μυτιλήνης δὲ ἦσαν οἱ γονεῖς του.
[2] Κατὰ τὴν ἀρχαίαν Ἑλληνικὴν μυθολογίαν οἱ Διόσκοροι Κάστωρ καὶ Πολυδεύκης, μυθολογούμενοι υἱοὶ τοῦ Διὸς καὶ τῆς Λήδας, καὶ θεωρούμενοι ὡς θνητοὶ καὶ ἀθάνατοι, διῆγον ἐναλλὰξ μίαν ἡμέραν εἰς τὸν οὐρανὸν καὶ μίαν εἰς τὸν ᾍδην. Ἡ σημασία δηλαδὴ τοῦ διστίχου τούτου εἰναι ὅτι ἐνῷ οἱ Διόσκοροι ἐκεῖνοι ἔζων ἡμέραν παρ’ ἡμέραν, ὁ Διόσκορος οὗτος, διὰ τοῦ μαρτυρικοῦ του θανάτου, ζῇ αἰωνίως εἰς τὴν ἀθάνατον ζωήν.