✥ Τῇ ΙΖ’ (17ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΜΥΡΩΝΟΣ.
Τί μοι κεφαλῆς ἡ τομή, Μύρων λέγει,
Πρὸς τὸ στέφειν μέλλον με πάντιμον στέφος;
Ἑβδομάτῃ δεκάτῃ τε Μύρωνα τάμε ξίφος ὀξύ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΣΤΡΑΤΩΝΟΣ, ΦΙΛΙΠΠΟΥ, ΕΥΤΥΧΙΑΝΟΥ καὶ ΚΥΠΡΙΑΝΟΥ.
Εἰς τὸν Στράτωνα·
Ἔθεντό με βδέλυγμα, φησὶν ὁ Στράτων,
Ἄνδρες βδελυκτοὶ καὶ πυρὶ κτείνουσί με.
Εἰς τὸν Φίλιππον·
Φιλῶν Θεόν, Φίλιππε, καὶ ψυχῆς πλέον,
Κατακοιθεὶς πῦρ, οὐ φιλόψυχος γίνῃ.
Εἰς τὸν Εὐτυχιανόν·
Εὐτυχιανὸν εἰς κάμινον ἡμμένην,
Ὡς ἵππος εἰς πεδίον ἦν τὸ τοῦ λόγου.
Εἰς τὸν Κυπριανόν·
Πῦρ Κυπριανὸς καρτερήσας καμίνου,
Ἐξώτερον πῦρ ὃ Γραφὴ λέγει, φύγε.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων ΠΑΥΛΟΥ καὶ ΙΟΥΛΙΑΝΗΣ.
Ἰουλιανή, Παῦλος, ἀδελφοὶ φύσει,
Ὤφθησαν ὄντες καὶ ἀδελφοὶ τῷ ξίφει.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΘΥΡΣΟΥ, ΛΕΥΚΙΟΥ, ΚΟΡΩΝΑΤΟΥ καὶ τῆς συνοδείας αὐτῶν. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις πλησίον τῶν Ἐλενιανῶν.
Οἱ τρεῖς ἀθληταὶ νῦν παρίστανται πόθῳ
Τριάδι θείᾳ ἧς ἐνήθλησαν χάριν.
✥ Ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ ἐν τοῖς Ἀρματίου.
Ναῷ σῷ συνήλθομεν, Ἄχραντε Κόρη,
Ὑμνοῦντες τῆς δόξης σου τὰ μεγαλεῖα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου καὶ πολυάθλου Ὁσιομάρτυρος ΔΗΜΗΤΡΙΟΥ τοῦ Νέου, τοῦ ἐκ Σαμαρίνης τῆς Ἠπείρου καταγομένου καὶ ἐν ἔτει ͵αωη’ (1808) ἀθλήσαντος.
Θανὼν ὁ Δημήτριος ἔνδον τοῦ τοίχου,
Τεῖχος ἀπροσμάχητον πιστοῖς ἐδείχθη.
Δημητρίοιο δέμας κτίσε δυσμήχανος ἔχθιστος τοίχῳ.
✥ Τοῦ Ὁσίου πατρὸς ἡμῶν ΑΛΥΠΙΟΥ Ζωγράφου τοῦ ἐν τῷ Σπηλαίῳ Ρώσου.