✥ Τῇ Ε’ (5ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων Μαρτύρων ΘΕΟΠΕΜΠΤΟΥ καὶ ΘΕΩΝΑ.
Εἰς τὸν Θεόπεμπτον·
Ὅπως τελευτᾷ Θεόπεμπτος, εἰπάτω
Ἀθλῶν τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.
Εἰς τὸν Θεωνᾶν·
Λάκκῳ Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ
Ἔθεντό μ’ ἐκραύγαζε, τὸ ψαλτηρίου.
Πέμπτῃ ἐκ ξίφεος λίπε τόνδε βίον Θεόπεμπτος.
ΘΕΟΠΕΜΠΤΟΣ καὶ ΘΕΩΝΑΣ οἱ Ἅγιοι Μάρτυρες ἦσαν κατὰ τοὺς χρόνους τοῦ βασιλέως Διοκλητιανοῦ ἐν ἔτει σϟ’ (290). Ἦτο δὲ ὁ Θεόπεμπτος Ἐπίσκοπος, ὅταν ὁ Διοκλητιανὸς ἐκίνησε διωγμὸν κατὰ τῶν Χριστιανῶν. Τότε καὶ ὁ Ἅγιος οὗτος πρῶτος ὡμολόγησε τὸν Χριστὸν καὶ ἔλαβε τὸν στέφανον τοῦ μαρτυρίου. Συλληφθεὶς δηλαδὴ καὶ παρασταθεὶς ἔμπροσθεν τοῦ Διοκλητιανοῦ, ἤλεγξε τὴν πλάνην αὐτοῦ· διὸ βάλλεται ἐντὸς ἀνημμένου κλιβάνου καὶ ἐξέρχεται ἐκεῖθεν σῷος καὶ ἀβλαβής. Ἔπειτα ἐξώρυξαν τὸν ἕνα τῶν ὀφθαλμῶν του καὶ μετὰ ταῦτα ἔδωκαν εἰς αὐτὸν καὶ ἔπιε θανατηφόρα δηλητήρια· ἐπειδὴ δὲ ἐφυλάχθη ἀβλαβὴς ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ, προσείλκυσεν εἰς τὸν Χριστιανισμὸν τὸν τὰ δηλητήρια ταῦτα κατασκευάσαντα μάγον, Θεωνᾶν ὀνόματι. Ἀφοῦ δὲ ἔπαθε καὶ ἄλλας ὁμοίας βασάνους, ἀπεκεφαλίσθη καὶ ἔλαβεν ὁ ἀοίδιμος τὸν στέφανον τοῦ μαρτυρίου. Ὁ δὲ Θεωνᾶς ἐρρίφθη ἐντὸς λάκκου ἐπίτηδες κατασκευασθέντος καὶ ἐπειδὴ ἐχύθη ἐπὶ τῆς κεφαλῆς του χῶμα πολύ, τούτου ἓνεκα ἐχώθη ὅλος καὶ οὕτω παρέδωκε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας ΣΥΓΚΛΗΤΙΚΗΣ.
Συγκλητικὴ λιποῦσα δουλείαν βίου,
Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΓΡΗΓΟΡΙΟΥ τοῦ ἐν τῷ Ἀκρίτᾳ.
Ὁ Γρηγόριος ἀρεταῖς λάμψας μέγα,
Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΦΩΣΤΗΡΙΟΥ.
Φωστὴρ ὁ Φωστήριος ὄντως ὡράθη,
Τῷ φωτὶ τοῦ βίου τε καὶ τῶν θαυμάτων.
✥ Ὁ Ἅγιος Μάρτυς ΣΑΪΣ ἐν θαλάσσῃ βληθεὶς τελειοῦται.
Ἦλθον θαλάσσης εἰς βάθη, λέγει Σάϊς,
Φυγὼν τὰ ποντίζοντα τῆς πλάνης βάθη.
✥ Ὁ Ἅγιος Μάρτυς ΘΕΟΕΙΔΟΣ ὑπὸ δημίων καταπατούμενος τελειοῦται.
Πόδες πατοῦντες σαρκίον Θεοείδου,
Ψυχὴν ἀποθλίβουσι ληνῷ τοῦ πόλου.
✥ Ἡ Ὁσία ΔΟΜΝΙΝΑ ἐν εἰρήνῃ τελειοῦται.
Χαρίζεταί σοι τὴν ἄνω κληρουχίαν,
Δομνῖνα, σαρκὸς ἡ κάτω κακουχία.
✥ Ἡ Ὁσία ΤΑΤΙΑΝΗ ἐν εἰρήνῃ τελειοῦται.
Τατιανὴ τοκεῖσα νηστείας πάλαι,
Νῦν Ἀγγέλοις σύνεστι νηστείας φίλοις.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νέος Ὁσιομάρτυς ΡΩΜΑΝΟΣ ὁ ἀπὸ Καρπενησίου, ἐν Βυζαντίῳ μαρτυρήσας τὸ ͵αχϟδ’ (1694) ἔτος, ξίφει τελειοῦται.
Ἤθλησεν ὄντως Ρωμανὸς ρωμαλέως,
Ρώμην ἄμαχον ἐκ Θεοῦ δεδεγμένος.