✥ Τῇ Λ’ (30ῇ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου ΑΝΔΡΕΟΥ τοῦ Πρωτοκλήτου.
Ἀντίστροφον σταύρωσιν Ἀνδρέας φέρει,
Φανεὶς ἀληθής, οὐ σκιώδης ἀντίπους.
Σταυρὸν κἀκ κεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη.
Ὑπόμνημα Ἑλληνικὸν εἰς τὸν Βίον τοῦ Ἁγίου τούτου Ἀποστόλου Ἀνδρέου συνέγραψε Συμεὼν ὁ Μεταφραστὴς οὗ ἡ ἀρχή· «Ἄρτι τοῦ παιδὸς Ζαχαρίου», ὅπερ βλέπε τετυπωμένον ἐν τοῖς Μηναίοις. Ὁ ἐνταῦθα καταχωριζόμενος Βίος αὐτοῦ ἐλήφθη ἐκ τοῦ «Νέου Θησαυροῦ» τοῦ Γεωργίου Σουγδουρῆ, παρατίθεται δὲ διεσκευασμένος. Εἰς τὸν Ἀπόστολον τοῦτον Ἀνδρέαν ἐγκωμιαστικὸν λόγον πλέκει ὁ θεῖος Χρυσόστομος, σῳζόμενον ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Παντοκράτορος καὶ ἐν τῇ τῶν Ἰβήρων, οὗ ἡ ἀρχή· «Τὸν Πρωτόκλητον τῆς ἀποστολικῆς». Ὁμοίως καὶ Νικήτας ὁ ρήτωρ, οὗ ἡ ἀρχή· «Πᾶσι μὲν τοῖς τοῦ Θεοῦ Λόγου φίλοις» (σῴζεται ἐν τῇ Λαύρᾳ ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου, ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Βατοπαιδίου καὶ τῇ τῶν Ἰβήρων). Ὁμιλίαν ἐπίσης εἰς αὐτὸν ἔγραψεν ὁ Κωνσταντινουπόλεως Πρόκλος ἐκδεδομένην τύποις ὑπὸ τοῦ ἀββᾶ Migne ἐν τῇ «Patrologia Graeca» (τόμ. 65 στ. 821-824) καὶ Θεοφάνης ὁ Κεραμεύς. Ὡσαύτως ἐγκώμιον ἔπλεξεν Ἀρσένιος ὁ Κερκύρας. Ἐν δὲ τῇ Μεγίστῃ Λαύρᾳ σῴζονται καὶ αἱ περίοδοι αὐτοῦ καὶ ἡ τελείωσις, ὧν ἡ ἀρχή· «Ἅπερ τοῖς ὀφθαλμοῖς ἡμῶν ἐθεασάμεθα πάντες».
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΦΡΟΥΜΕΝΤΙΟΥ Ἀρχιεπισκόπου Ἰνδίας.
Κρείττων ὁ Φρουμέντιος ἦν τῶν γηΐνων,
Μόνου γὰρ ἤρα τοῦ βροτοὺς σῴζειν πλάνης.
Τὸ Συναξάριον τούτου γράφει ὁ Σῳζόμενος εἰς τὸ εἰκοστὸν τρίτον κεφάλαιον τοῦ δευτέρου βιβλίου τῆς Ἐκκλησιαστικῆς Ἱστορίας, ἀπὸ τοῦ ὁποίου καὶ ἠρανίσθη τοῦτο ὁ τὰ Συναξάρια συγγράψας Μαυρίκιος. Πλήρη Ἀκολουθίαν τοῦ Ἁγίου Φρουμεντίου ἐποίησε Γεράσιμος ὁ Μικραγιαννανίτης, Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας.