Ἰουλίου Η’ (8η)

Τῇ Η’ (8ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος ΠΡΟΚΟΠΙΟΥ.

Ἔοικε Προκόπιος αὐχένα κλίνων,
Λέγειν κοπήτω, τῇ πλάνῃ γὰρ οὐ θύω.
Ὀγδοάτῃ, Προκοπίου ἀρηϊθόου κράτα κέρσαν.

Ὁ Ἑλληνικὸς βίος αὐτοῦ εὑρίσκεται ἔν τε τῇ Μεγίστῃ Λαύρᾳ ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις, οὗ ἡ ἀρχή· «Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τὴν βασίλειον ἰθυνόντων ἀρχήν». Οὗτος μεταγλωττισθεὶς κατεχωρίσθη ὑπὸ τοῦ Ἀγαπίου τοῦ Κρητὸς εἰς τὴν «Καλοκαιρινήν». Ὁ αὐτὸς καταχωρίζεται ἐνταῦθα διεσκευασμένος κατὰ τὸ λεκτικόν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ἡ Ἁγία ΘΕΟΔΟΣΙΑ, ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται.

Ἀθλομήτωρ οὖσα Θεοδοσία,
Ἔσπευσεν εἶναι κἀκ ξίφους ἀθληφόρος.

 

Αἱ Ἅγιαι ΔΩΔΕΚΑ γυναῖκες αἱ Συγκλητικαὶ ξίφει τελειοῦνται.

Δὶς ἓξ ἀνεῖλεν εὐκλεεῖς κόρας ξίφος,
Ἡγουμένας σκύβαλα τῆς γῆς τὰ κλέη.

 

Οἱ Ἅγιοι δύο Τριβοῦνοι, ΑΝΤΙΟΧΟΣ καὶ ΝΙΚΟΣΤΡΑΤΟΣ, ξίφει τελειοῦνται.

Ὁ Νικόστρατος, τὴν τομὴν οἴσω, λὲγει,
Ὡς Ἀντίοχος· μὴ γὰρ οὐ κἀμοὶ κάρα.

 

Ὁ Ἅγιος Μάρτυς ΑΒΔΑΣ ξίφει τελειοῦται.

Ἅπας ἐμαυτὸν πρὸς τὸ πάσχειν θαρσύνας,
Χαρὰν τὸ πάσχειν ἐκ ξίφους Ἀβδᾶς ἔχω.

Ἐν τῷ χειρογράφῳ Συναξαριστῇ γράφεται, ὅτι καὶ ὁ Ἀβδᾶς οὗτος ἢ Αὐδᾶς, διὰ τοῦ Ἁγίου Προκοπίου ἐπίστευσεν εἰς τὸν Χριστόν.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν ΘΕΟΦΙΛΟΥ, τοῦ ἁγιοπρεπῶς ἀσκήσαντος καὶ ἐν εἰρήνῃ τελειωθέντος καὶ μύρον ἀναβλύσαντος, ἐν τῷ κατὰ τὰ ὅρια τῆς Μονῆς τοῦ Παντοκράτορος κελλίῳ τοῦ Ἁγίου Βασιλείου, ἐν τῷ ὄρει τοῦ Ἄθωνος.

Θεὸν φιλήσας Θεόφιλος γεννάδας,
Ἤδη σύνεστι τῷ φιλουμένῳ ἄνω.

Εἰς τὸν Ὅσιον τοῦτον τελείαν ἀκολουθίαν ἐφιλοπόνησεν ὁ Ἱερὸς Νικόδημος ὁ Ἁγιορείτης, ὅστις καὶ τὸ Συναξάριον αὐτοῦ ἐπλάτυνε, τὰ ὁποῖα εὑρίοκονται εἰς τὸ ρηθὲν κελλίον τοῦ Ἁγίου Βασιλείου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ ἐξ Ἰωαννίνων, τοῦ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει ͵αψμγ’ (1743) καὶ ξίφει τελειωθέντος.

Ἀναστασίῳ ἐπλάκη διπλοῦν στέφος,
Αἵμασι κοσμήσαντι ἱερωσύνην.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τοῦ Ἁγίου ΠΡΟΚΟΠΙΟΥ, τοῦ διὰ Χριστὸν σαλοῦ, τοῦ ἐν Οὐστούζῃ, τοῦ θαυματουργοῦ, Ρώσου.

     

ΕΠΙΣΤΡΟΦΗ