Αὐγούστου Γ’ (3η)

Τῇ Γ’ (3ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν ΔΑΛΜΑΤΟΥ, ΦΑΥΣΤΟΥ καὶ ΙΣΑΚΙΟΥ ἢ ΙΣΑΑΚΙΟΥ.

Κυκλοῦσιν ἄνδρες εἰς δύω, τρεῖς σὸν θρόνον,
Ὕψιστε, Φαῦστος, Ἰσάκιος, Δαλμάτος.
Δαλμάτος Ἰσάκιος τριτάτῃ θάνον ἠδέ τε Φαῦστος.

Ὁ Ἑλληνικὸς τῶν Ὁσίων τούτων Πατέρων Βίος σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, οὖ ἡ ἀρχή· «Ὁ μέγας οὗτος καὶ θαυμαστὸς Ἰσαάκιος».

ΣΥΝΑΞΑΡΙΟΝ

   

  Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΣΤΕΦΑΝΟΥ Πάπα Ρώμης καὶ τῶν σὺν αὐτῷ.

Τμηθεὶς Στέφανος θεῖον ἥρπασε στέφος,
Πάπας μὲν ὢν πρίν, νῦν δὲ καὶ Μάρτυς μέγας.

Τὸ Ἑλληνικὸν Μαρτύριον τοῦ Ἁγίου τούτου Στεφάνου σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ οὖ ἡ ἀρχή· «Κατὰ τοὺς χρόνους Οὐαλλεριανοῦ καὶ Γαλλιηνοῦ».

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ ΙΩΑΝΝΟΥ, Ἠγουμένου τῆς Μονῆς τῆς Παταλαραίας.

Θείας χάριτος, ὦ Ἰωάννη μάκαρ,
Κλῆσιν κατὰ σήν, οἶκος ὤφθης ἄξιος.

 

Ἡ Ἁγία ΣΑΛΩΜΗ ἡ Μυροφόρος ἐν εἰρήνῃ τελειοῦται.

Τῆς σαρκὸς οἶον ἐκκυλισθείσης λίθου,
Ὁρᾷ Σαλώμη Χριστόν, οὐ Χριστοῦ τάφον.

Εἰς τὴν Ἁγίαν Μυροφόρον Σαλώμην τελείαν Ἀκολουθίαν συνέταξεν ὁ πατὴρ Γεράσιμος Μικραγιαννανίτης Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας ΘΕΟΚΛΗΤΟΥΣ τῆς θαυματουργοῦ ἐν εἰρήνῃ τελειωθείσης.

Θεοκλητὼ τὴν κλῆσιν ἔργῳ δεικνύει,
Κλητὴ Θεῷ φανεῖσα σαρκὸς ἐκδύσει.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΑΝΤΩΝΙΟΥ τοῦ Ρωμαίου Νοβογοροδίας τοῦ θαυματουργοῦ Ρώσου.

   

ΕΠΙΣΤΡΟΦΗ