Νοεμβρίου Α’ (1η)

Τῇ Α’ (1ῃ) τοῦ μηνὸς Νοεμβρίου μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων ΚΟΣΜΑ καὶ ΔΑΜΙΑΝΟΥ.

Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύο,
Πληροῦσιν ὡς πρὶν καὶ πάλιν γῆν θαυμάτων,
Πρώτῃ ἀκέστορε φῶτε Νοεμβρίου ἔπτατον ἐκ γῆς.

Τὸν Βίον τούτων συνέγραψεν ἑλληνιστὶ Συμεὼν ὁ Μεταφραστὴς, οὗ ἡ ἀρχή· «Ἄρτι τῆς εὐσεβείας ἀναλαμπούσης» (σῴζεται ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Ἐνταῦθα καταχωρίζεται διασκευασθεὶς ἐκ τοῦ «Νέου Θησαυροῦ». Σημείωσαι δέ, ὅτι ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Διονυσίου εὑρίσκονται δύο λόγοι εἰς τοὺς Ἁγίους τούτους Ἀναργύρους, ὧν τοῦ μὲν ἑνὸς ἡ ἀρχή ἐστιν αὕτη: «Τὴν σήν, ὦ τῶν καλῶν»· τοῦ δὲ ἑτέρου· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου». Ὁ πρῶτος εὑρίσκεται καὶ ἐν τῇ Λαύρᾳ, ἐν τῇ τοῦ Βατοπαιδίου καὶ ἐν τῇ τῶν Ἰβήρων. Ἐν τῇ Μεγίστῃ Λαύρᾳ σῴζονται εἰς τοὺς αὐτοὺς καὶ Περίοδοι, ὧν ἡ ἀρχή· «Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ βασιλεύοντος, πᾶσα πλάνη καὶ δαιμόνων λατρεία ἐλύθη».

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΚΥΡΙΑΙΝΗΣ καὶ ΙΟΥΛΙΑΝΗΣ.

Εἰς τὴν Κυρίαιναν·

Καὶ Κυρίαινα πρὸς τὸ πῦρ ἀποπνέει,
Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν.

Εἰς τὴν Ἰουλιανήν·

Τῷ πρὸς σὲ φίλτρῳ Σῶτερ, ἐκκεκαυμένη,
Ἰουλιανὴ καῦσιν ἐκ πυρὸς φέρει.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες ΚΑΙΣΑΡΙΟΣ, ΔΑΣΙΟΣ, καὶ ἕτεροι ΠΕΝΤΕ ξίφει τελειοῦνται.

Σὺν ἓξ συνάθλοις τῆς ἀληθείας φίλοις,
Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι.

ΚΑΙΣΑΡΙΟΣ, ΔΑΣΙΟΣ καὶ οἱ σὺν αὐτοῖς Ἅγιοι Μάρτυρες συνελήφθησαν εἰς τὴν πόλιν Δαμασκόν, τιμωρηθέντες δὲ μὲ διάφορα βασανιστήρια διὰ νὰ ἀρνηθῶσι τὸ Χριστὸν καὶ μὴ πεισθέντες, ἀπεκεφαλίσθησαν καὶ οὕτως ἔλαβον οἱ μακάριοι τοῦ μαρτυρίου τὸν στέφανον.

 

Τῇ αὐτῆ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων ΙΩΑΝΝΟΥ Ἐπισκόπου καὶ ΙΑΚΩΒΟΥ Πρεσβυτέρου.

Σὺν Ἰακώβῳ τῷ θύτῃ Χριστοῦ ξίφος,
Ἰωάννην ἤνεγκεν ὁ Χριστοῦ θύτης.

ΙΩΑΝΝΗΣ καὶ ΙΑΚΩΒΟΣ οἱ Ἅγιοι Ἱερομάρτυρες ἤκμασαν κατὰ τοὺς χρόνους Σαβωρίου, βασιλέως Περσῶν ἐν ἔτει τλβ’ (332), διδάσκοντες εἰς τοὺς εὐσεβεῖς τὸν λόγον τῆς πίστεως καὶ πολλοὺς ἐπιστρέφοντες εἰς τὴν εὐσέβειαν διὰ τῆς παρακινήσεώς των. Ὅθεν διὰ τὴν αἰτίαν ταύτην συνελήφθησαν ἀπὸ τὸν Σαβώριον καὶ ἀφ᾽ οὗ πρῶτον ὑπεβλήθησαν εἰς διάφορα βασανιστήρια, τελευταῖον διὰ ξίφους τὰς κεφαλὰς ἀπεκόπησαν καὶ οὕτω παρέδωκαν τὰς ἁγίας των ψυχὰς εἰς χεῖρας Θεοῦ, παρ’ οὗ καὶ ἔλαβον τοὺς στεφάνους τοῦ μαρτυρίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΕΡΜΙΝΙΓΓΕΛΔΟΥ.

Ἐρμινίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης,
Σφαγὴν ὑποστὰς βάπτεται λύθρου κόχλῳ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Οἱ Ἅγιοι Μάρτυρες ΚΥΠΡΙΑΝΟΣ καὶ ΙΟΥΛΙΑΝΗ πυρὶ τελειοῦνται.

Ἰουλιανὴν καρτεροῦσαν πῦρ βλέπειν,
Συγκαρτερῶν ἦν Κυπριανὸς γεννάδας.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος ΙΑΚΩΒΟΥ καὶ τῶν δύο μαθητῶν αὐτοῦ ΙΑΚΩΒΟΥ Διακόνου καὶ ΔΙΟΝΥΣΙΟΥ Μοναχοῦ τῶν δι’ ἀγχόνης τελειωθέντων κατὰ τὸ ͵αφκ’ (1520) ἔτος.

Τοὺς τρεῖς ὁσίους θανατοῦσιν ἀγχόνῃ,
Ἐχθροὶ κάκιστοι τῆς Ἁγίας Τριάδος.

Ὁ Βίος καὶ τὸ Μαρτύριον τῶν Ἁγίων τούτων ἐλήφθη ἐκ τῆς τυπωθείσης ἐν Ἀθήναις κατὰ τὸ ἔτος ͵αωϟδʹ (1894) ὑπὸ Δ. Λουκοπούλου Ἀκολουθίας αὐτῶν. παρατίθεται δὲ ἐνταῦθα ἐλαφρῶς διεσκευασμένος κατὰ τὴν φράσιν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν ΔΑΒΙΔ τοῦ ἐν Εὐβοίᾳ ἀσκήσαντος.

Δαβὶδ Γολιὰθ κατέβαλε τῷ λίθῳ
Δαβὶδ προσευχῇ κατέβαλε τὰ πάθη.
Δαβὶδ συνήφθης τῷ πάλαι, Δαβὶδ νέε.

Ὁ Βίος τοῦ Ὁσίου τούτου Δαβὶδ συνεγράφη ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ Χριστοφόρου Μοναχοῦ. Ἐνταῦθα παρατίθεται διεσκευασμένος κατὰ τὴν φράσιν, ληφθεὶς ἐκ τῆς ἐντύπου αὐτοῦ Ἀκολουθίας, ἐκδοθείσης ἐν Κωνσταντινουπόλει τὸ ἔτος 1819 ὑπὸ τοῦ Ἐπισκόπου Ταλαντίου Νεοφύτου τοῦ ἐξ Ἀθηνῶν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ