✥ Τῇ Θ’ (9ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἀποστόλου ΜΑΤΘΙΟΥ
Ἐξῆλθεν ἀρθεὶς Ἰούδας ἐπὶ βρόχου,
Εἰσῆλθεν ἀρθεὶς Ματθίας ἐπὶ ξύλου.
Ἤρθη ἀμφ’ ἐνάτην ξύλῳ ἠίθεος Ματθίας.
ΜΑΤΘΙΑΣ ὁ Ἀπόστολος, εἷς ἐκ τῶν ἑβδομήκοντα ὤν, συγκατηριθμήθη μετὰ τῶν ἕνδεκα Ἀποστόλων ἀντὶ Ἰούδα τοῦ Ἰσκαριώτου, ὡς εἶναι γεγραμμένον εἰς τὸ πρῶτον κεφάλαιον τῶν Πράξεων· κηρύξας δὲ τὸ Εὐαγγέλιον εἰς τὴν ἔξω Αἰθιοπίαν (τὴν νῦν λεγομένην Ἀβυσσηνίαν), καὶ πολλὰς τιμωρίας ὑπομείνας παρὰ τῶν Αἰθιόπων, εἰς χεῖρας Θεοῦ παρέθετο τὸ πνεῦμά του.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Δέκα Μαρτύρων, τῶν διὰ τὴν ἁγίαν Εἰκόνα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν ἐν τῇ Χαλκῇ Πύλῃ, ἀθλησάντων, ΙΟΥΛΙΑΝΟΥ, ΜΑΡΚΙΑΝΟΥ, ΙΩΑΝΝΟΥ, ΙΑΚΩΒΟΥ, ΑΛΕΞΙΟΥ, ΔΗΜΗΤΡΙΟΥ, ΦΩΤΙΟΥ, ΠΕΤΡΟΥ, ΛΕΟΝΤΙΟΥ καὶ ΜΑΡΙΑΣ τῆς Πατρικίας.
Εἰς τοὺς ἐννέα Μάρτυρας·
Ἐχθρὸν Θεοῦ κτείναντες ἄνδρες ἐννέα,
Φίλοι γίνονται τῷ Θεῷ διὰ ξίφους.
Εἰς τὴν Μαρίαν·
Ἐμοῦ τραχήλου, Σῶτερ, αἷμα προσδέχου,
Μαρία φησίν, ὡς τὸ Μαρίας μύρον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς ΑΝΤΩΝΙΝΟΣ ὁ Ἀλεξανδρεὺς πυρὶ τελειοῦται.
Ἀντωνίνου τὸ σῶμα κἂν σποδοῦ γέμει
Τὸ πνεῦμα λαμπρότητος εὐμοιρεῖ ξένης.
ΑΝΤΩΝΙΝΟΣ ὁ Ἅγιος Μάρτυς ἦτο τὴν πατρίδα Ἀλεξανδρεύς, ὑπὸ τοῦ ἄρχοντος δὲ τῆς Ἀλεξανδρείας συλληφθεὶς ἐκρεμάσθη παρ’ αὐτοῦ καὶ ἐξεσχίσθη· εἶτα ριφθεὶς ἐντὸς ἀνημμένης καμίνου παρέδωκε τὴν ψυχήν του εἰς χεῖρας τοῦ Θεοῦ, παρ’ οὗ ἔλαβε τὸν τοῦ μαρτυρίου ἄφθαρτον στέφανον. Εὑρέθη δὲ τὸ ἅγιον αὐτοῦ λείψανον ἐν τῷ μέσῳ τῆς καμίνου ἀβλαβὲς καὶ σῷον, χωρὶς τὸ πῦρ νὰ βλάψῃ οὔτε κἂν τρίχα τῆς κεφαλῆς του.
✥ Ὁ Ὅσιος πατὴρ ἡμῶν ΨΟΗΣ εὐχόμενος τελειοῦται.
Μάστιξιν εὐχῶν, κἂν τέλει βίου Ψόης,
Παίει νοητὰς δαιμόνων δεινὰς ψόας.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τῆς εὑρέσεως τῆς ἀχειροποιήτου καὶ σεβασμίας Εἰκόνος τοῦ Μυρίου ἐν τοῖς Καμουλιανοῖς.
Πῶς οὐ μεγάλη τυγχάνεις, Ἀκυλῖνα,
Συγκατάβασιν βλέψασα Χριστοῦ τόσην;