Φεβρουαρίου ΙΑ’ (11η)

Τῇ ΙA’ (11ῃ) τοῦ αὐτοῦ μηνὸς ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος ΒΛΑΣΙΟΥ Ἐπισκόπου γενομένου Σεβαστείας καὶ τῆς ἐν Χριστῷ συνοδείας αὐτοῦ.

Λαιμὸν Βλάσιος ἐκκοπεὶς διὰ ξίφους,
Ἀλγοῦσι λαιμοῖς ρευμάτων εἵργει βλάβας
Ἑνδεκάτῃ Βλασίου τάμεν αὐχένα χαλκὸς ἀτειρής.

Ὁ Ἑλληνικὸς αὐτοῦ Βίος, οὗ ἡ ἀρχή· «Βλάσιος ὁ Μάρτυς», σῴζεται ἐν τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις. Ἐν δὲ τῇ Μεγίστῃ Λαύρᾳ σῴζεται καὶ ἕτερος Βίος αὐτοῦ, οὗ ἡ ἀρχή· «Ἡνίκα ὁ καιρὸς τῶν εἰδώλων». Ὁ ἐνταῦθα καταχωριζόμενος Βίος αὐτοῦ ἐλήφθη ἐκ τοῦ ἁπλοῦ Ἐφραίμ, παρατίθεται δὲ διεσκευασμένος κατὰ τὴν φράσιν. Τὸν Κανόνα τῆς Ἀκολουθίας του ἐποίησεν Ἰωσὴφ ὁ Ὑμνογράφος, συνεπλήρωσε δὲ τὴν Ἀκολουθίαν αὐτοῦ ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἑκκλησίας Ὁσιολογιώτατος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης, ὅστις ἐποίησεν εἰς αὐτὸν καὶ Παρακλητικὸν Κανόνα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι δύο ΠΑΙΔΕΣ, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Βλασίῳ ξίφει τελειοῦνται.

Βαβαὶ τοσαύτης παιδίων εὐθαρσίας!
Σπεύδουσιν ἄμφω, ποῖον ἐκτμηθῇ φθάσαν.

 

Αἱ Ἅγιαι ἑπτὰ ΓΥΝΑΙΚΕΣ, αἱ ἀκολουθήσασαι τῷ Ἁγίῳ Βλασίῳ, ξίφει τελειοῦνται.

Κτείνει γυναῖκας ἑπτὰ σεπτὰς τὸ ξίφος
Οὐ τῇ γυναικῶν συσχεθείσας δειλίᾳ.

 

Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Προφήτου ΖΑΧΑΡΙΟΥ, τοῦ πατρὸς τοῦ Προδρόμου.

Φανεὶς ὁ νεκρὸς γῆθεν ὁ Ζαχαρίου
Τοῖς ζῶσι πιστοῖς ἄφθονον βλύζει χάριν.

Τὸ ἱερὸν λείψανον τοῦ Ἁγίου Προφήτου Ζαχαρίου εὑρέθη κατὰ τοὺς χρόνους Θεοδοσίου τοῦ Νέου ἐν ἔτει υθ’ (409) εἰς τὸ χωρίον Κοφὰρ τῆς Ἐλευθερουπόλεως τῆς ἐν Παλαιστίνῃ, ὑπό τινος ἀνθρώπου Καλημέρου ὀνομαζομένου. Ἐφόρει δὲ λευκὸν ἔνδυμα, μίτραν χρυσῆν εἰς τὴν κεφαλὴν καὶ σανδάλια χρυσᾶ εἰς τοὺς πόδας, καθὼς εὑρίσκετο εἰς τὸ θυσιαστήριον ὅτε ἐλειτούργει εἰς τὸν Θεόν, ὡς ἀναφέρει ὁ Δοσίθεος ἐν σελ. 267 τῆς Δωδεκαβίβλου. Τὸ σεπτὸν λείψανον τοῦ Προφήτου Ζαχαρίου εὑρίσκεται νῦν εἰς τὴν Ἰταλίαν, καθὼς λέγει ὁ Ἱεροσολύμων Νεκτάριος ἐν σελ. 192 τῆς περὶ τῆς ἀρχῆς τοῦ Πάπα ἀντιρρήσεως.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας ΘΕΟΔΩΡΑΣ τῆς βασιλίσσης, τῆς ὑπερασπισάσης τὴν Ὀρθοδοξίαν.

Θεοδώραν Ἄνασσαν εὐσεβεστάτην
Χριστὸς Βασιλεὺς ἀξιοῖ θείου στέφους.

Πλήρη καὶ πανηγυρικὴν Ἀκολουθίαν εἰς τὴν Ἁγίαν βασίλισσαν Θεοδώραν ἐποίησεν ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Ὁσιολογιώτατος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Σέρβου, τοῦ ἐν τῇ πόλει Σοφίᾳ μαρτυρήσαντος κατὰ τὸ ἔτος ͵αφιε’ (1515) καὶ διὰ πυρὸς τελειωθέντος.

Γεώργιος δὲ μὴ τὸ πῦρ δειλιάσας,
Ἀπυρπόλητος ἐν πυρὶ διαμένει.

Τὸ Μαρτύριον αὐτοῦ συνέγραψε Σλαβωνιστὶ Ἱερεύς τις τῆς πόλεως Σοφίας, Πέτρος ὀνόματι, διδάσκαλος χρηματίσας τοῦ Μάρτυρος καὶ αὐτόπτης καὶ αὐτήκοος τοῦ Μαρτυρίου αὐτοῦ. Μετεφράσθη δὲ τοῦτο εἰς τὴν Ἑλληνικὴν καὶ κατεχωρίθη εἰς τὸ «Νέον Μαρτυρολόγιον» ἐξ οὗ καὶ παρελήφθη. Ἐνταῦθα παρατίθεται διακευασμένον κατὰ τὴν φράσιν. Τὴν Ἀκολουθίαν αὐτοῦ μετὰ δύο Κανόνων συνέθεσεν ὁ Ὑμνογράφος Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ