Αὐγούστου Ε’ (5η)

Τῇ Ε’ (5ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΕΥΣΙΓΝΙΟΥ.

Εὐσίγνιον τέμνουσι τὸν Χριστοῦ φίλον,
Τομῆς μέχρι κράζοντα, Χριστός μοι φίλος·
Πέμπτῃ Εὐσιγνίοιο κάρη κονίῃσιν ἐμίχθη.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Οἱ Ἅγιοι αὐτάδελφοι Μάρτυρες ΚΑΤΤΙΔΙΟΣ καὶ ΚΑΤΤΙΔΙΑΝΟΣ λιθοβοληθέντες τελειοῦνται.

Βουνοὺς λίθων ἔστησαν ὑψηλούς, Λόγε,
Δι’ ὧν ἀνῆλθον πρὸς σὲ σύγγονοι δύο.

 

Ἡ Ἁγία ΝΟΝΝΑ, μήτηρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.

Νόννῃ θανούσῃ, τῇ καλῇ καλὸς γόνος
Καλὸν δίδωσιν ἐντάφιον τοὺς λόγους.

 

Ὁ Ἅγιος Μάρτυς ΣΟΛΕΒ ὁ Αἰγύπτιος, βέλει ἀπὸ τοῦ τόξου βληθεὶς τελειοῦται.

Ἂν συλλαβισθῇς ἐξόπισθεν, ὦ Σόλεβ,
Βέλος συνάξεις, ὄργανον τοῦ σοῦ τέλους.

Οὐχὶ ὀρθῶς δὲ ἐγράφετο ἐν τοῖς παλαιοῖς Μηναίοις Σόβελ, διότι τοῦτο ὄπισθεν συλλαβιζόμενον συνάγει λέβος καὶ οὐχὶ βέλος, ὡς λέγει τὸ κάτωθεν δίστιχον, ὅπερ ἀληθῶς ἐστι εὐφυέστατον.

 

Ὁ Ἅγιος Ἱερομάρτυς ΦΑΒΙΟΣ ὁ τῆς Ρώμης Ἐπίσκοπος ξίφει τελειοῦται.

Κεῖται Φάβιος νεκρὸς ὁ Χριστοῦ θύτης,
Χριστῷ προσαχθεὶς θῦμα καινὸν ἐκ ξίφους.

Ἴσως οὗτος εἶναι ὁ Φαβιανὸς ὁ Ρώμης Ἐπίσκοπος, Φάβιος ἐνταῦθα ὀνομαζόμενος, περὶ τοῦ ὁποίου ἀναφέρει ὁ Εὐσέβιος εἰς τὸ ἕκτον βιβλίον τῆς Ἐκκλησιαστικῆς Ἱστορίας ἐν κεφαλαίῳ εἰκοστῷ ἑνάτῳ· ὅτι δηλαδὴ αὐτὸς ἦτο ἐπί Γορδιανοῦ τοῦ ἐν ἔτει 238 βασιλεύσαντος, διαδεχθεὶς τὸν Ἀντέρωτα Ἐπίσκοπον Ρώμης. Οὗτος ὁ Φαβιανὸς ἦλθεν εἰς τὴν Ρώμην ἔκ τινος προαστίου, ἔν τινι δὲ συνελεύσει πολλῶν ἀδελφῶν σκεπτομένων περὶ ἐκλογῆς Ἐπισκόπου, παρευρέθη καὶ οὗτος, ὅτε αἴφνης ἐφάνη μία περιστερά, ἥτις ἐλθοῦσα ἄνωθεν μὲ ἀνοικτὰς τὰς πτέρυγας ἐπεκάθισεν ἐπὶ τῆς κεφαλῆς του· ὁ δὲ λαὸς ταύτην ἰδὼν ὁμοφώνως ἀνέκραξεν, ὅτι αὐτὸς εἶναι ἄξιος νὰ γίνῃ Ἐπίσκοπος. Ὅθεν τοῦτον λαβόντες ἀνεβίβασαν εἰς τὸν θρόνον τῆς Ρώμης.

   

ΕΠΙΣΤΡΟΦΗ