✥ Τῇ ΚΓ’ (23ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν Ἁγίων ΔΕΚΑ ΜΑΡΤΥΡΩΝ τῶν ἐν τῇ Κρήτῃ μαρτυρησάντων.
Τοῦ Ποιμενάρχου θρέμματα Χριστοῦ Δέκα,
Εἰσηλάθη τμηθέντα μάνδρᾳ Μαρτύρων.
Εἰκάδι τῇ τριτάτῃ δέκα ἐν Κρήτῃ τάμον ἄνδρας.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΠΑΥΛΟΥ Ἀρχιεπισκόπου Νεοκαισαρείας, ἑνὸς τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ Θεοφόρων Πατέρων.
Ὄντως ὁ Παῦλος κατὰ Παῦλον ἦν φέρων
τὰ τοῦ Χριστοῦ στίγματα τῇ σαρκὶ ξένως.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν ΝΑΟΥΜ τοῦ Θαυματουργοῦ, τοῦ φωτιστοῦ καὶ Ἱεροκήρυκος τῆς Βουλγαρίας.
Λάμψας φῶς πίστεως ἐν τῇ Βουλγαρίᾳ
Πρὸς φῶς, Ναούμ, ἄδυτον χαίρων μετῆλθες.
Περὶ τοῦ θείου τούτου Ναοὺμ καὶ τῶ λοιπῶν ἐνταῦθα ἀναφερομένων Βουλγαροκηρύκων βλέπε καὶ ἐν τῷ Συναξαρίῳ καὶ ταῖς ὑποσημειώσεσι τοῦ Ἁγίου Κλήμεντος τοῦ Βουλγαροκήρυκος καὶ διδασκάλου τούτου τοῦ Ἁγίου κατὰ τὴν κβʹ (22αν) τοῦ Νοεμβρίου, ἐν τόμῳ ΙΑʹ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».
✥ Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὰ Ἐγκαίνια τῆς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἤτοι τῆς ΑΓΙΑΣ ΣΟΦΙΑΣ.
Ἐγκαινίοις καλοῖς σε τοῖς ἐγκωμίοις,
Τιμῶ καλῶν κάλλιστε γῆς Ναῶν ὅλων.
✥ Ὁ Ἅγιος Μάρτυς ΣΧΙΝΩΝ ξίφει τελειοῦται.
Οὐκ ἂν λαθοίμην οὐδὲ σοῦ, Μάρτυς Σχίνων,
Τοῦ μὴ λαθόντος, ὡς ἀπετμήθης κάραν.