Ἀπριλίου Ζ’ (7η)

Τῇ Ζ’ (7ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος ΚΑΛΛΙΟΠΙΟΥ.

Καλλιόπιος ἔμπαλιν παγεὶς ξύλῳ,
Τὸν ὀρθίως παγέντα δοξάζει Λόγον.
Ζωὴν Καλλιόπιος ἀγήρω ἑβδόμῃ εὗρεν.

Τοῦ Ἁγίου τούτου Μάρτυρος Καλλιοπίου σῴζονται δύο Μαρτύρια, ὧν ἡ ἀρχή, τοῦ μὲν πρώτου· «Θεόκλειά τις γυνὴ εὐσεβὴς καὶ φοβουμένη τὸν Κύριον», τοῦ δὲ δευτέρου· «Μαξιμιανοῦ τοῦ τυράννου κακῶς τὴν βασιλείαν διέποντος». Τύποις ἐκδεδομένα εὕρηνται ἐν τῇ Ἑλληνικῇ Πατρολογίᾳ τοῦ Ἀββᾶ Migne, τόμ. 105, στ. 91-94. Λείψανα τῆς Ἀκολουθίας αὐτοῦ εὕρηνται ἐν χειρογράφῳ τῆς Μεγίστης Λαύρας, ὑπ’ ἀριθμὸν Κώδικος Θʹ 87 φύλ. 14 βʹ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΓΕΩΡΓΙΟΥ Ἐπισκόπου Μυτιλήνης.

Ἔχει Μυτιλήνη σε καὶ τεθνηκότα,
Ὡς ζῶντα, Γεώργιε, προστάτην μέγαν.

ΣΗΜΕΙΩΣΙΣ
ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ἅγιος Μάρτυς ΡΟΥΦΙΝΟΣ ὁ Διάκονος μαχαίρᾳ τελειοῦται.

Σφαγῆς λογισθεὶς ὡς πρόβατον Ρουφῖνος,
Σφάττει παλαιὸν τὸν διάβολον λύκον.

 

Ἡ Ἁγία Μάρτυς ΑΚΥΛΙΝΑ, τὰς χεῖρας ὄπισθεν δεσμευθεῖσα καὶ τὴν κοιλίαν φλεγεῖσα, τελειοῦται.

Ὀπισθόχειρα σχοινίοις στρεβλουμένην,
Ἐμπροσθίως φλέγουσι τὴν Ἀκυλῖναν.

 

Οἱ Ἅγιοι ΔΙΑΚΟΣΙΟΙ Μάρτυρες οἱ ἐν Σινώπῃ ξίφει τελειοῦνται.

Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Οἷς ἀνδρικὸς νοῦς, ἀνδρικὴ καὶ καρδία.

  

ΕΠΙΣΤΡΟΦΗ