✥ Τῇ ΙΑ’ (11ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Πανευφήμου ΕΥΦΗΜΙΑΣ, ὅτε τὸν τόμον τοῦ τῆς πίστεως ὅρου τῶν ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων, τῶν ἐν Ζαλκηδόνι συνελθόντων, τοὐτέστι τῆς ἁγίας καὶ Οἰκουμενικῆς Δ’ Συνόδου ἐκράτυνεν.
Εἰς τὴν Εὐφημίαν·
Δίκαζε, Μάρτυς, τοῖς ὅροις καὶ κειμένη,
Κυροῦσα πίστιν ἧς ἐνήθλησας πόθῳ.
Εἰς τὴν Σύνοδον·
Θεοῦ Λόγου σάρκωσιν ἀψευδεστάτην,
Ὁ φάσμα φάσκων Εὐτυχὴς καθηρέθη.
Θέσκελον ἑνδεκάτῃ ὅρον ἐμπεδοῖ Εὐφημίη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΚΙΝΔΕΟΥ τοῦ Πρεσβυτέρου.
Οὐκ ἄξιόν τι καύσεως ὅλως ἔχων,
Σωθεὶς πυρὸς τέθνηκας οὕτω, Κινδέε.
✥ Ὁ Ὅσιος ΛΕΩΝ ὁ ἐν τῇ Μάνδρᾳ ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ γῆς ἀπελθὼν ἐντρυφᾷ τερπνοῖς Λέων,
Ὧν εἶχεν ἐν γῇ τὰς ἀπορίας πάλαι.
✥ Ὁ Ἅγιος Μάρτυς ΜΑΡΚΙΑΝΟΣ μαχαίρᾳ τελειοῦται.
Ὑπῆρξε θήκη, Μαρκιανέ, σὸς φάρυγξ
Χωροῦσα τὴν μάχαιραν, ᾗ κατεκρίθης.
✥ Ὁ Ἅγιος Μάρτυς ΜΑΡΤΥΡΟΚΛΗΣ τοξευθεὶς τελειοῦται.
Ὁ Μαρτυροκλῆς Μαρτύρων εὗρε κλέος,
Μάρτυς φανεὶς ἄριστος ἐκ τοξευμάτων.
✥ Ὁ Ὅσιος ΝΙΚΟΔΗΜΟΣ, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπαιδίου Ἱερᾶς Μονῆς ἀσκήσας, καὶ διδάσκαλος χρηματίσας τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ διὰ τῆς κατὰ Χριστὸν φιλοσοφίας, ἐν εἰρήνῃ τελειοῦται.
Πῶς ἀγέραστον καταλίπω τοῖς λόγοις,
Τὸ Νικόδημον, ᾧ γέρας νῆψις νόου;
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νέος Ὁσιομάρτυς ΝΙΚΟΔΗΜΟΣ ὁ μαρτυρήσας ἐν Ἐλβασανίῳ τῆς Ἀλβανίας κατὰ τὸ ἔτος 1722 ξίφει τελειοῦται.
Ὁ Νικόδημος ράβδον ἐν χερσὶν φέρων,
Πλάνην πατάσσει Ἀγαρηνῶν ἀνόμων.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νέος Ὁσιομάρτυς ΝΕΚΤΑΡΙΟΣ, ὁ μαρτυρήσας ἐν ἔτει ͵αωκ’ (1820) ἀπὸ Χριστοῦ, μαχαίρᾳ τελειοῦται.
Νέκταρ τῆς ζωῆς τῆς ἀθανάτου πίνεις,
Νεκτάριε ἔνδοξε, στερρῶς ἀθλήσας.
✥ Τῇ αὐτῆ ἡμέρᾳ μνήμη τῆς Ἁγίας ἰσαποστόλου βασιλίσσης ΟΛΓΑΣ τῆς διὰ τοῦ ἁγίου Βαπτίσματος μετονομασθείσης ΕΛΕΝΗΣ.
Ἄνθραξ νοητὸς ἡ Ὄλγα ἐν Ρωσίᾳ,
Ὤφθη, τῆς ὕστερον φλογὸς ζωηφόρου.