✥ Τῇ Η’ (8ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος ΘΕΟΔΩΡΟΥ τοῦ Στρατηλάτου.
Ὢν Θεόδωρος ἀξίαν στρατηλάτης,
Ὑπῆρξε τμηθεὶς καὶ Θεοῦ στρατηλάτης.
Ὄμβριμον ὀγδοάτῃ Θεοδώρου αὐχένα κόψαν.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Προφήτου ΖΑΧΑΡΙΟΥ.
Ἵππους ἑώρας τοὺς νόας, Ζαχαρία,
Δι’ ὧν πρὸς ὕψος Οὐρανῶν ἀφιππάσω.
Ἰουδαϊκῶν. Διότι ὁ ἐξ ἀργύρου καὶ χρυσοῦ στέφανος, τὸν ὁποῖον ἀναφέρει εἰς τὸ ϛ’ κεφάλαιον, ἁρμόζει εἰς τὴν μοναρχίαν τοῦ Σωτῆρος, καὶ εἰς τὴν καθ’ ἡμᾶς ἁγιωτάτην Ἐκκλησίαν, τὴν ἐξ Ἰουδαίων καὶ ἐθνῶν ἀπαρτισθεῖσαν. Εἶναι δὲ οἱ λόγοι οὗτοι οἱ ἑξῆς: «Καὶ λήψει ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ Ἱερέως τοῦ μεγάλου καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος Παντοκράτωρ, ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου … καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων (Πατρὸς καὶ Υἱοῦ) ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομένουσι … καὶ οἱ μακρὰν ἀπ’ αὐτῶν ἥξουσι…» (Ζαχαρ. ϛ’ 11-15). Περὶ τοῦ Ἁγίου τούτου Προφήτου Ζαχαρίου λέγουσί τινες, ὅτι ἠξιώθη μαρτυρικοῦ τέλους. Σημείωσαι ὅτι ὁ Ζαχαρίας οὗτος, ὁ Ἁγγαῖος καὶ ὁ Μαλαχίας καλοῦνται Προφῆται τοῦ δευτέρου Ναοῦ, ὡς ἀκμάσαντες κατὰ τὸν καιρὸν ἐκεῖνον κατὰ τὸν ὁποῖον ἔκτισεν αὐτὸν ὁ Ζοροβάβελ, ὡς λέγει ὁ Κανονικὸς Κλήμης ἐν τῇ ἀνασκευῇ τῆς τελευταῖον διερμηνευθείσης Διαθήκης.
✥ Τῇ αὐτῇ ἡμέρᾳ αἱ Ἅγιαι Μάρτυρες ΜΑΡΘΑ καὶ ΜΑΡΙΑ αἱ ἀδελφαί, σὺν τῷ Ὁσίῳ ΛΥΚΑΡΙΩΝΙ, ξίφει τελειοῦνται.
Εἰς τὴν Μάρθαν καὶ Μαρίαν·
Ἅς περ παρῆξεν εἰς τὸ φῶς γαστὴρ μία,
Μάρθαν, Μαρίαν, ἓν στερεῖ φωτὸς ξίφος.
Εἰς τὸν Λυκαρίωνα·
Διπλοῦν ἐδέξω Λυκαρίων τὸ στέφος,
Ὅσιος οἷα καὶ ἀθλητὴς Κυρίου [1].
ΜΑΡΘΑ, ΜΑΡΙΑ καὶ ΛΥΚΑΡΙΩΝ οἱ Ἅγιοι τοῦ Χριστοῦ Μάρτυρες ἔζων κατ’ ἰδίαν, φυλάτοντες παρθενία· ἦσαν δὲ ἡ Μάρθα καὶ ἡ Μαρία ἀδελφαί, μετ’ αὐτῶν δὲ ἔμενε καὶ ὁ Λυκαρίων, ὅστις ἦτο παῖς κατὰ τὴν ἡλικίαν, Μοναχὸς κατὰ τὴν τάξιν. Ἐπειδὴ δὲ ἔτυχε νὰ διέλθῃ ὁ ἡγεμὼν ἐκ τῆς οἰκίας εἰς τὴν ὁποίαν κατῴκουν, ἔκυψαν ἀπὸ τὸ παράθυρον ἡ Μάρθα καὶ ἡ Μαρία καὶ εἶπον ὅτι εἶναι Χριστιαναί. Ὁ δὲ ἡγεμὼν λυπούμενος ἐλεεινολόγει τὸν θάνατον, τὸν ὁποῖον ἔμελλον νὰ λάβωσιν εἰς αὐτὴν ταύτην τὴν νεότητά των, ἀλλ’ αἱ Ἅγιαι ἀπεκρίθησαν, ὅτι ὁ διὰ τὸν Χριστὸν θάνατος δὲν εἶναι θάνατος, ἀλλὰ ζωή, ἡ ὁποία δὲν ἔχει τέλος. Τοῦτο τὸ ἴδιον ὡμολόγησε καὶ ὁ Μάρτυς Λυκαρίων. Ὅθεν, κατὰ προσταγὴν τοῦ ἡγεμόνος καὶ οἱ τρεῖς ἐκαρφώθησαν εἰς τρεῖς σταυρούς. Τελευταῖον δὲ ἀπεκεφαλίσθησαν μὲ ξίφος ἀπὸ τοὺς δημίους καὶ οὕτω παρέδωκαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ καὶ ἔλαβον τοὺς στεφάνους τοῦ Μαρτυρίου.
✥ Οἱ Ἅγιοι Μάρτυρες ΝΙΚΗΦΟΡΟΣ καὶ ΣΤΕΦΑΝΟΣ ξεσθέντες τελειοῦνται.
Ξεσθεῖσι Νικηφόρῳ καὶ τῷ Στεφάνῳ
Νικηφόρου στέφανος ἐπλάκη τέλους.
✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΦΙΛΑΔΕΛΦΟΥ καὶ ΠΟΔΥΚΑΡΠΟΥ.
Ὑπῆρξεν ὄντως ἡ τελευτὴ τοῦ βίου,
Καὶ Φιλαδέλφῳ καὶ Πολυκάρπῳ φίλη.
✥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΜΑΚΑΡΙΟΥ Ἐπισκόπου Πάφου.
Πάφου πρόεδρος ἔνδον ἐκρύβη τάφου,
Καὶ τ’ ἄλλα Μακάριος οὐ κλῆσις μόνον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ΠΕΡΓΕΤΟΥ.
Πῶς ἄν παρέλθω ἀγέραστον Περγέτην,
Σὺν τοῖς Ἁγίοις ὄντα κατειλεγμένον;
Ὑποσημειώσεις
[1] Τὸ δίστιχον τοῦτο ἐλήφθη ἐκ τοῦ Συναξαριστοῦ τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου, ὑπὸ τούτου συντεθέν, διότι τὸ ἐνταῦθα ἐν τῷ Μηναίῳ κείμενον ἀνήκει εἰς τὸν ἕτερον Μάρτυρα Λυκαρίωνα τὸν ἑορταζόμενον εἰς τὴν ζ’ (7ην) Ἰουνίου.