✥ Τῇ Β’ (2ᾳ) τοῦ αὐτοῦ μηνός, μνήμη του ἐν Ἁγίοις πατρὸς ἡμῶν ΝΙΚΗΦΟΡΟΥ Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Ὁμολογητοῦ.
Τοῦ Πατριάρχου Πατριάρχης πλησίον,
Θείου γέροντος Ἀβραὰμ Νικηφόρος.
Δευτερίῃ Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην.
✥ Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Τριάκοντα Ὀκτὼ Μάρτυρες ἐν λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης, τελειοῦνται.
Μάτην Ἀθληταῖς φράττεται λουτροῦ θύρα,
Χριστὸς γὰρ ἐγγύς, ἐκβοῶν· Ἐγὼ θύρα.
✥ Ἡ Ἁγία Μήτηρ μετὰ τῶν Ἁγίων Τριῶν τέκνων αὐτῆς ξίφει τελειοῦται.
Σὺν παιδίοις τμηθεῖσα, Μῆτερ καλλίπαι,
Ἰδού, βοᾶς, ἐγώ τε καὶ τὰ παιδία.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ἱερομάρτυς ΕΡΑΣΜΟΣ, ὁ ἐν τῇ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται.
Ἔρασμον ἀθλήσαντα σοῦ, Σῶτερ, χάριν,
Ἐρασμίως τρέχοντα εἰς Πόλον δέχου.
✥ Αἱ διὰ τοῦ Ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται.
Κάρας ἀθλητῶν τὰς ξίφει τετμημένας,
Εὕροις πεσόντων χιλιάδας δὶς δέκα.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΙΩΑΝΝΗΣ ὁ ἐν Ἀσπροκάστρῳ μαρτυρήσας ἐν ἔτει 1292 ξίφει τελειοῦται.
Δοὺς αἷμα βραχύ, ὦ Ἰωάννη μάκαρ,
Ἐξηγόρασας βασιλείαν τοῦ Πόλου.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΔΗΜΗΤΡΙΟΣ, ὁ ἐν Φιλαδελφείᾳ μαρτυρήσας ἐν ἔτει ͵αχνζ’ (1657), μαχαίρᾳ τελειοῦται.
Φρίττει σε, Δημήτριε, καὶ πῦρ εἰκότως,
Ὑπὲρ Θεοῦ θανόντα, ὃν φρίττει κτίσις.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος ΚΩΝΣΤΑΝΤΙΝΟΥ τοῦ ἐξ Ἀγαρηνῶν, μαρτυρήσαντος ἐν τῇ βασιλευούσῃ τῶν πόλεων ἐν ἔτει ͵αωιθ’ (1819).
Ἐξ ἀκανθῶν εὔοσμον οἷά περ ρόδον
Ἀνθήσας ἐνήθλησας, ὦ Κωνσταντῖνε.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος, ΙΩΑΝΝΟΥ τοῦ νέου, ἀθλήσαντος ἐν Βελιγραδίῳ τοῦ Ρώσου.