✥ Τῇ ΙΖ’ (17ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος ΣΥΜΕΩΝΟΣ Ἐπισκόπου Περσίας καὶ τῶν σὺν αὐτῷ ΑΥΔΕΛΛΑ Πρεσβυτέρου, ΓΟΘΑΖΑΤ, ΦΟΥΣΙΚ καὶ ἑτέρων Χιλίων Ἑκατὸν Πεντήκοντα.
Εἰς τὸν Συμεών·
Ἐπίσκοπόν σε, Συμεών, ἐγὼ μέγαν,
Ἐκ δὲ ξίφους μέγιστον ἀθλητὴν ἔγνων.
Εἰς τὸν Αὐδελλᾶν·
Ἄρκτου τὸ δεινὸν Αὐδελλᾶς ἔδυ στόμα,
Βδέλλης ἀπλήστου τοῦ Σατᾶν φυγὼν στόμα.
Εἰς τὸν Γοθαζάτ·
Ἐπιτραπέντος τοῦ θύειν ἢ τεθνάναι,
Θανεῖν Γοθαζὰτ εἵλετο τμηθεὶς ξίφει.
Εἰς τὸν Φουσίκ·
Τὸ δέρμα Φουσὶκ ἐκδάρθω μοι, λέγει,
Χιτὼν ὑφανθεὶς τοῦ σατανᾶ τῇ κρόκῃ [1].
Εἰς τοὺς Ἑκατὸν πεντήκοντα·
Τέμνουσιν ἀνδρῶν τριπλοπεντηκοντάδα,
Τὴν τριπρόσωπον προσκυνοῦσαν οὐσίαν.
Εἰς τοὺς Χιλίους·
Πίπτουσι Περσῶν ἀμφὶ χιλίους ξίφει,
Ἰδὼν ἔφης ἄν, Παῦλε, Μαρτύρων νέφος.
Ἑβδομάτῃ Συμεὼν δεκάτῃ ἀπὸ αὐχένα κάρθη.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΔΡΙΑΝΟΥ τοῦ Νέου.
Εἰ οὐκ ἔγνως τίς ἐστιν ὁ φλογὸς μέσον,
Γνώσῃ λαλοῦντος· Ἀδριανέ, καρτέρει.
ΑΔΡΙΑΝΟΣ ὁ Ἅγιος Μάρτυς ἦτο εἷς ἐκ τῶν Χριστιανῶν ἐκείνων, οἱ ὁποῖοι, συλληφθέντες ὑπὸ τῶν εἰδωλολατρῶν, ἐφυλακίσθησαν. Ἐν ᾧ δὲ οἱ εἰδωλολάτραι προσέφερον θυσίας εἰς τοὺς ψευδωνύμους θεούς των, ἐξήγαγον καὶ τοῦτον τὸν Ἅγιον ἐκ τῆς φυλακῆς καὶ τὸν ἠνάγκαζον νὰ πλησιάσῃ καὶ αὐτὸς εἰς τὸν βωμὸν καὶ νὰ προσφέρη λιβανωτόν, ἤτοι θυμίαμα, εἰς τοὺς δαίμονας. Ὁ δὲ γενναῖος Μάρτυς τοῦ Χριστοῦ ὄχι μόνον δὲν ἔπραξε τοῦτο, ἀλλ’ ὁρμήσας ἐκρήμνισε τὸν βωμόν, τὰς ἐπ’ αὐτοῦ θυσίας ἔχυσε καὶ τὸ πῦρ διεσκόρπισεν. Ὅθεν ἐκίνησε τὴν ὀργὴν τοῦ ἄρχοντος καὶ ἤναψε τὰς καρδίας τῶν παρευρεθέντων εἰδωλολατρῶν, οἱ ὁποῖοι, κρατήσαντες αὐτόν, τὸν ἔδειραν ἀνηλεῶς, διότι ἄλλος μὲν διὰ ράβδων ἐκτύπα αὐτόν, ἄλλος δὲ διὰ λίθων τὸ στόμα του συνέτριβε καὶ ἄλλος ἔτυπτεν αὐτὸν εἰς τὴν κεφαλήν. Τελευταῖον δέ, ἀνάψαντες κάμινον μεγάλην, ἔρριψαν τὸν Ἅγιον ἐντὸς αὐτῆς καὶ οὕτως ἐτελείωσεν ὁ μακάριος τὸν δρόμον τοῦ Μαρτυρίου του καὶ ἀπῆλθε στεφανηφόρος εἰς τὰ οὐράνια.
✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν ΑΓΑΠΗΤΟΣ ὁ Πάπας Ρώμης ἐν εἰρήνῃ τελειοῦται.
Θνῄσκων τί κράζεις, Σῶτερ, ἠγάπησά σε;
Ἀλλ’ ἠγαπήθης, Ἀγαπητὲ καὶ πλέον.
✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΚΑΡΙΟΥ Ἀρχιεπισκόπου Κορίνθου τοῦ ἐν τῇ νήσῳ Χίῳ ἀσκήσαντος καὶ ἐν αὐτῇ ὁσίως ἐν ἔτει ͵αωε’ (1805) τελευτήσαντος καὶ πρὸς Κύριον μεταστάντος.
Κορίνθου γόνος ἠδ’ ἅμ’ Ἱεράρχης φάντατος, εὖχος,
Χάρμα τε καὶ μέγ’ ὄνειαρ ἁπάντεσι πιστοῖς·
Τὶς τ’ ἄρα οὗτος, ὁ δὶς κλήσει τε καὶ σήμασι θείοις;
Μακάριος Νοτάρων ἀγλαῶν ἀγλαότερος ὄρπηξ·
Ἀπριλοῖο μεσοῦντος πρὸς Θεόν, ὃ πνέε, λῆξεν.
Ὑποσημειώσεις
[1] Χιτῶνα μᾶλλον ὀνομάζει ἐδῶ ὁ στιχουργὸς τὸ ἀνθρώπινον δέρμα, τὸ ὁποῖον ὑφάνθη διὰ τῆς κρόκης τοῦ σατανᾶ, τοὐτέστι διὰ τῆς φθορᾶς, τῆς προξενηθείσης ἐκ τῆς προπατορικῆς ἁμαρτίας, φθόνῳ καὶ συμβουλῇ τοῦ διαβόλου.