Ἰουνίου Λ’ (30η)

Τῇ Λ’ (30ῇ) τοῦ αὐτοῦ μηνὸς ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων ΑΠΟΣΤΟΛΩΝ τῶν ΔΩΔΕΚΑ, καὶ δήλωσις ποῦ καὶ πῶς ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη.

Τιμῶ θεόπτας δώδεκα Χριστοῦ φίλους,
Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν.
Δώδεκα εὐκλεέας τριακοστὴ ἐγείρει μύστας.

Εἰς τοὺς Δώδεκα Ἀποστόλους ἐγκώμιον ἑλληνικὸν ἔχει ὁ θεῖος Χρυσόστομος, οὗ ἡ ἀρχή· «Εἰκότως καὶ σήμερον τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος», καὶ Νικήτας ὁ ρήτωρ, οὗ ἡ ἀρχή· «Τὶ καλὴ τῆς Ἐκκλησίας ἡ τάξις», (σῴζονται ἐν τῇ Λαύρᾳ καὶ ἐν τῷ Κοινοβίῳ τοῦ Διονυσίου, καὶ ἐν τῷ τετάρτῳ Πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπεδίου, καὶ ἐν τῇ τῶν Ἰβήρων). Ἀμφότερα ταῦτα καταχωρίζομεν ἐν τῷ ἀνὰ χεὶρας Τόμῳ· τοῦ μὲν θείου Χρυσοστόμου ἐν σελ. 467, τοῦ δὲ Νικήτα ἐν σελ. 470. Ἔχει δὲ καὶ ἐγκώμιον ἁπλοῦν εἰς αὐτοὺς Μακάριος ὁ Κωφός. Ἐπίσης ὁ Ἅγιος Ἐφραὶμ ἐγκώμιον ἔχει εἰς Πέτρον καὶ Παῦλον καὶ Ἀνδρέαν, Θωμᾶν τε καὶ Λουκᾶν καὶ Ἰωάννην, οὗ ἡ ἀρχή· «Χαίρετε Χριστοῦ Βασιλεῖς, Ἅγιοι Ἀπόστολοι, ὑμῖν γὰρ τὴν ἄνω καὶ κάτω βασιλείαν ἐπίστευσεν» (ὁ Χριστὸς) (σῴζεται εἰς τὸν γʹ τόμον τῆς ἐν Ρώμῃ ἐκδόσεως). Παρακλητικὸν Κανόνα εἰς τοὺς Δώδεκα Ἀποστόλους ἐποίησεν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης.

ΣΥΝΑΞΑΡΙΟΝ
ΟΜΙΛΙΑ
ΕΓΚΩΜΙΟΝ Α’
ΕΓΚΩΜΙΟΝ Β’
ΛΟΓΟΣ
ΠΙΝΑΞ ΑΠΟΣΤΟΛΩΝ

  

Ὁ Ἅγιος Μάρτυς ΜΕΛΙΤΩΝ ξίφει τελειοῦται.

Εἴ που Μελίτων καὶ θεόρρυτον μέλι,
Ἐχρῆν ἐκεῖ βάψαντα σὴν τομὴν γράφειν.

 

Ὁ Ἅγιος Μάρτυς ΠΕΤΡΟΣ, ὁ ἐκ Σινώπης, κατὰ πετρῶν συρόμενος τελειοῦται.

Ἔχουσιν αἰδεῖσθαί σε καὶ θεῖοι νόες,
Αἰδοῖε Πέτρε, δόντα τὰς σάρκας πέτραις.

 

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς ΜΙΧΑΗΛ ὁ κηπουρός, ὁ ἐν Ἀθήναις μαρτυρήσας κατὰ τὸ ἔτος ͵αψο’ (1770), ξίφει τελειοῦται.

Τί κατ’ ὀλίγον λαιμόν, ὦ σπαθηφόρε,
τέμνεις Μιχαήλ; οὐ πτοεῖται τὴν σπάθην.

ΣΥΝΑΞΑΡΙΟΝ

  

ΕΠΙΣΤΡΟΦΗ