Ἰουλίου Β’ (2α)

Τῇ Β’ (2ᾳ) τοῦ αὐτοῦ μηνὸς ἡ ἀνάμνησις τῆς ἐν τῇ ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας ΕΣΘΗΤΟΣ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθέμου ΜΑΡΙΑΣ ἐν ταῖς Βλαχέρναις.

Χιτὼν μὲν Υἱοῦ χριστοφρουροῖς δημίοις,
Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.

Σημείωσαι, ὅτι λόγον ἔχει περὶ τῆς μετακομιδῆς εἰς τὴν Βασιλεύουσαν τῆς τιμίας Ἐσθῆτος τῆς Θεοτόκου Θεόδωρος ὁ Πρεσβύτερος τῆς μεγάλης Ἐκκλησίας, οὗ ἡ ἀρχή· «Θεῖα τινὰ καὶ μεγάλα μυστήρια Θεοῦ φιλανθρωπίας (σῴζεται ἐν τῇ Λαύρᾳ, ἐν τῷ πέμπτῳ Πανηγυρικῷ τῆς Ἱερᾶς Μονῆς τοῦ Βατοπεδίου, καὶ ἐν τῇ τῶν Ἰβήρων). Ἐν δὲ τῇ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων σῴζεται ἔτι εἷς λόγος Ἑλληνικὸς εἰς τὴν αὐτὴν κατάθεσιν, οὗ ἡ ἀρχή· «Τῆς μὲν θείας ταφῆς τοῦ ζωηφόρου σώματος»· ἐν δὲ τῇ Μεγίστῃ Λαύρᾳ σῴζεται λόγος εἷς, διαλαμβάνων περὶ τῆς φανερώσεως τῆς τιμίας Ἐσθῆτος τῆς Θεοτόκου, οὗ ἡ ἀρχή· «Λέων ὁ μέγας, ὁ κατ’ ἐκεῖνο καιροῦ τὰ Ρωμαίων σκῆπτρα διευθύνων». Ὁ δὲ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης συνεπλήρωσε τὰ ἐλλείποντα τροπάρια τῆς Ἀκολουθίας τῆς τιμίας Ἐσθῆτος τῆς Θεοτόκου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΙΟΥΒΕΝΑΛΙΟΥ Πατριάρχου Ἱεροσολύμων.

Μνήμην γεραίρω τὴν Ἰουβεναλίου,
Οὗ μνῆμα θεῖον ἡ Παλαιστίνη φέρει.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΚΟΪΝΤΟΥ.

Θλασθεὶς σκέλη Κόϊντος ἐρρώσθη πάλιν
Στεφθήσεται πλὴν καὶ θανὼν κοινῷ τέλει.

Τὸ ἑλληνικὸν τούτου Μαρτύριον σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, οὗ ἡ ἀρχή· «Στέφανος μὲν πολυανθής».

ΣΥΝΑΞΑΡΙΟΝ

   

ΕΠΙΣΤΡΟΦΗ