Σεπτεμβρίου ΙΖ’ (17η)

Τῇ ΙΖ’ (17ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμῃ τῶν Ἁγίων Μαρτύρων καὶ Καλλινίκων Παρθένων ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ καὶ ΑΓΑΠΗΣ, καὶ τῆς μητρὸς αὐτῶν ΣΟΦΙΑΣ.

Εἰς τὴν Πίστιν, Ἐλπίδα καὶ Ἀγάπην·

Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη,
Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχένα ξίφει.

Εἰς τὴν Σοφίαν·

Εὐφραίνεται νῦν, ὡς Δαβὶδ ψάλλων λέγει,
Μήτηρ κατ’ εὐχὰς ἡ Σοφία ἐν τέκνοις.
Ἑβδομάτῃ δεκάτῃ Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν.

Τὸ Μαρτύριον τούτων συνέγραψε Συμεὼν ὁ Μεταφραστής, οὗ ἡ ἀρχή· «Μετὰ τὸ διαγγελθῆναι τὸ σωτήριον κήρυγμα» (σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις). Ἐνταῦθα καταχωρεῖται μεταγλωττισμένον ἐκ χειρογράφου τῆς Ἱερᾶς Μονῆς τῶν Ἰβήρων δεόντως διασκευασθέν. Συμπλήρωσιν δὲ τῆς Ἀκολουθίας αὐτῶν μετὰ δευτέρου Κανόνος καὶ Παρακλητικοῦ τοιούτου ἐφιλοπόνησεν ὁ Ὑμνογράφος τῆς Μεγάλης Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης καὶ ὁ βουλόμενος ζητησάτω ταῦτα παρ’ αὐτοῦ.

ΣΥΝΑΞΑΡΙΟΝ

   

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΑΓΑΘΟΚΛΕΙΑΣ, ἥτις, πυρὶ τὸν τράχηλον φλεχθεῖσα, τελειοῦται.

Ἀγαθόκλεια πῦρ ἐπ’ αὐχένος φέρει,
Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΜΑΞΙΜΟΥ, ΘΕΟΔΟΤΟΥ καὶ ΑΣΚΛΗΠΙΟΔΟΤΗΣ.

Μιᾷ γυναικὶ καὶ νεανίσκοις δύο,
Πρὸς τὴν τομὴν ἦν καρδιῶν ζέσις μία.

ΜΑΞΙΜΟΣ ὁ Ἅγιος Μάρτυς καὶ οἱ σὺν αὐτῷ μαρτυρήσαντες Ἅγιοι δαρέντες παρὰ τῶν ἀπίστων, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν καὶ τὰ ἄκρα τοῦ σώματος αὐτῶν κοπέντες, ἐρρίφθησαν μέσα εἰς μίαν σκοτεινὴν φυλακήν. Καὶ τελευταῖον τὰς κεφαλὰς αὐτῶν ἀπετμήθησαν, καὶ ἔλαβον ὁμοῦ τοὺς στεφάνους τοῦ μαρτυρίου.

 

Μνήμη τῆς Ἁγίας ΛΟΥΚΙΑΣ τῆς χήρας, καὶ ΓΕΜΙΝΙΑΝΟΥ τοῦ υἱοῦ αὐτῆς.

Εἰς τὴν Λουκίαν·

Εἰρηνικῶς σή, Χριστέ, δούλη Λουκία
Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.

Εἰς τὸν Γεμινιανόν·

Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,
Τομὴν ὑπέστη καρτερῶς τὴν ἐξ ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Μάρτυς ΘΕΟΔΟΤΗ ἡ ἐν Νικαίᾳ ξίφει τελειοῦται.

Τὴν Θεοδότην πρὸς ξίφος τεθηγμένον
Ποιεῖ πρόθυμον ἡ θεόσδοτος χάρις.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Μνήμη τῶν Ἁγίων Μαρτύρων ΧΑΡΑΛΑΜΠΟΥΣ, ΠΑΝΤΟΛΕΟΝΤΟΣ καὶ τῆς συνοδείας αὐτῶν.

Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης,
Καὶ Παντολέων πρὸς μάχαιραν ἦν λέων.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων ΠΗΛΕΩΣ καὶ ΝΕΙΛΟΥ τῶν Ἐπισκόπων, πυρὶ τελειωθέντων.

Ἔπους ὁ Πηλεὺς ποῦ μέγας πρὸς Πηλέα [1]
Νείλῳ συνεισβαίνοντα καὶ πυρὸς μέσον;

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΠΑΤΕΡΜΟΥΘΙΟΥ τε καὶ ΗΛΙΑ τῶν ἐνδοξοτάτων, πυρὶ τελειωθέντων.

Πατερμούθιος ἐμπεσὼν τῇ καμίνῳ
Πρὸς ζῆλον ἴσον ὀτρύνει τὸν Ἠλίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι ἑκατὸν ΜΑΡΤΥΡΕΣ οἱ Αἰγύπτιοι ξίφει τελειοῦνται.

Δεκὰς δεκαπλῆ Μαρτύρων Αἰγυπτίων
Μιᾷ κεφαλὰς τέμνεται προθυμίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι πεντήκοντα ΜΑΡΤΥΡΕΣ, οἱ ἐκ Παλαιστίνης, πυρὶ τελειοῦνται.

Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,
Πυρὸς καταφρονοῦσιν ἅμα καὶ ξίφους 
[2].

ΣΥΝΑΞΑΡΙΟΝ

  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων ΗΡΑΚΛΕΙΔΟΥ καὶ ΜΥΡΩΝΟΣ, Ἐπισκόπων Ταμάσου τῆς Κύπρου.

Πυρᾷ τεθέντες Ἡρακλείδης καὶ Μύρων,
Χριστῷ προσηνέχθησαν ὡς ὀσμὴ μύρου.

Τὸ ἐνταῦθα παρατιθέμενον συναξάριον τοῦ Ἁγίου ἐλήφθη ἐκ τῆς ἐντύπου Ἀκολουθίας αὐτοῦ, εἰς τὴν ὁποίαν ὅμως καλεῖται οὗτος Πρακλείδιος. Ἐνταῦθα καταχωρίζεται μεταγλωττισθέν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

Ὁ Ὅσιος ΑΝΑΣΤΑΣΙΟΣ ὁ ἐν Περιστερῶνι τῆς Κύπρου ἐπὶ τῶν αὐτοκρατόρων Ἀλεξίου καὶ Ἰωάννου τῶν Κομνηνῶν ἀσκήσας ἐν εἰρήνῃ τελειοῦται.

Τὴν σκηνὴν ἄνω Ἀναστάσιος στήσας
Τῶν ὦδε ἀπῆρε κατηγλαϊσμένος.

    

ΕΠΙΣΤΡΟΦΗ

    

Ὑποσημειώσεις

  

[1] Ἤτοι ὁ Πηλεὺς ὁ ὑπὸ τοῦ Ὁμήρου ἀναφερόμενος ἐν τῇ Ἰλιάδι, ὅστις ἦτο πατὴρ τοῦ ἀνδρειοτάτου Ἀχιλλέως. Ἐκεῖνος, λέγω, ὁ Πηλεύς, κατὰ τί φαίνεται μέγας συγκρινόμενος μὲ τὸν Ἅγιον τοῦτον Ἐπίσκοπον Πηλέα, ὁ ὁποῖος μαζὶ μὲ τὸν Ἅγιον Νεῖλον ἐμβῆκεν εἰς τὸ μέσον τῆς πυρᾶς;

[2] Ἐν ἄλλοις δὲ γράφεται· πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.